Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.666
Not analysed yet
καιρὸς ἐπιψηφιεῖταί τισιν, ἐποίσει δὲ μᾶλλον τὸ πάντων, ὡς ἔπος εἰπεῖν, χαλεπώτερον καὶ τοῖς ὅτι πρέπει τὴν τῶν ἀγαθῶν ἐργασίαν προτιμᾶν εὖ μάλα διεσκεμμένοις. Ἀλλ' οὐδὲν μὲν ἔσται τούτων, ἐρεῖ τις τυχὸν, ἑκάστῳ δὲ τὸ τυχὸν τὰ αὐτῷ πρέποντα δίδωσιν ἡ ὥρα καὶ ὁ καιρός. Οὐκοῦν βασιλεύσει μὲν ἤδη λοιπὸν ὁ καιρός; τὸ δὲ τῆς προνοίας ἀξίωμα ταῖς ὥραις περιθήσομεν, οὐδὲν ἔτι φροντίζοντες τοῦ Θεοῦ; αἰτήσομεν δὲ δι' εὐχῆς παρ' αὐτοῦ μὲν οὐδὲν, παρὰ δὲ τῆς ὥρας ἢ τοῦ καιροῦ; καὶ τί τὸ ἐντεῦθεν; προσκυνοῦμεν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ τὴν δόξαν τοῦ Δημιουργοῦ τοῖς παρ' αὐτοῦ γεγονόσι δυσσεβοῦντες περιθήσομεν. αὐτόθεν μὲν οὖν τὸ ἐν τούτοις αἶσχος, καὶ τῆς δυσσεβείας τὸ μέγεθος οὐ σὺν πολλῷ τῷ πόνῳ περιαθρήσομεν καὶ γυναίων αὐτῶν τῶν ἑταιρίζεσθαι πεφυκότων ἐκφανεστέραν λαχόντα τὴν βδελυρίαν· τὸ δὲ δὴ πάλιν εἰς νοῦν ἀναβαῖνον ἐροῦμεν διὰ τὸ χρήσιμον. περιττῶς, ὡς ἔοικεν, οἱ θεῖοί τε καὶ ἀνθρώπινοι νόμοι, τοῖς μὲν τῶν φαύλων ἐρασταῖς τὰς αὐτοῖς πρεπούσας ὁρίζουσι δίκας, τοῖς δὲ τὸ ζῆν ἐθέλειν ἐπιεικέστερον περὶ πολλοῦ ποιουμένοις προστεθείκασι τὰς τιμάς. εἰ γὰρ ὅλως οὐδὲν ἐν τοῖς ἐφ' ἡμῖν κεῖται θελήμασιν, ὑποπέπτωκε δὲ ταῖς ἐξ ὡρῶν ἀνάγκαις, ἀφύκτως τε καὶ ἀπαραιτήτως ἀγούσαις ἐπ' ἄμφω, πῶς ἂν ἔτι δικαίως τοῖς μὲν ἀγαθοῖς τὸ ἐπαινεῖσθαι πρέπειν ὁμολογήσαιμεν, τοῖς δὲ μὴ τοιούτοις τὸ ἐναντίον ὡς ἐν ὀφλήματος τάξει καταθήσομεν; τί δὲ, εἰπέ μοι, καὶ ἐπαναγκάζουσιν ἡμᾶς οἱ νόμοι τῶν μὲν φαύλων ἀποφοιτᾶν, τοῖς δὲ ἀμείνοσιν ἐπιτρέχειν ἐπείγεσθαι, ἑτέρων ἐχόντων τῶν ἐν ἡμῖν βουλευμάτων τὰς ἡνίας, καὶ ἐφ' ὅπερ ἂν βούλωνται διεξαγόντων εὐκόλως; ταῖς γὰρ τῶν ὡρῶν ἐξουσίαις ὑποκεῖσθαι δεῖν τὰ ἀνθρώπινα, καὶ φασὶ καὶ βεβούληνται, τῆς ἐντεῦθεν ἀτοπίας