Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.669
Not analysed yet
ἀμελλητὶ κατανεύσειν, καὶ τῶν ἐκεῖνα φρονούντων καταψηφίζεσθαι. Καὶ ἦν μὲν ὡς ἔοικεν τοῖς εἰρημένοις ἀρκεῖσθαι πρέπον, ἀλλ' ἵνα μὴ τοῖς ἐνδεχομένοις καὶ στοχασμοῖς τὸ πᾶν ἐπιτρέψας εὑρεσιλογίας πρόφασιν καταλείψω τισὶν, ἐπὶ πραγμάτων ἐξήγησιν μεταβήσομαι, καὶ ἐκ τῶν γεγονότων ἀναμφιλόγως ἐπισφραγιῶ τὸν ἀρτίως ἡμῖν διιππευθέντα λόγον. οὐκοῦν Ἀσσύριοί ποτε κύκλῳ περιέχοντες τὴν ἁγίαν πόλιν· φημὶ δὴ τὴν ἁγίαν Ἱερουσαλήμ· πολιορκεῖν ἐβουλεύοντο· ὁ δὲ τούτων στρατηγός· Ῥαψάκης δὲ οὗτος ἦν· ποτὲ μὲν ἀπατηλοῖς προεπειρᾶτο λόγοις καταμαλθάσσειν τῶν ἐν αὐτῇ μαχίμων τὸν νοῦν, ποτὲ δὲ ταῖς ἀπειλαῖς τοῦτο ποιεῖν ἐσκέπτετο· καὶ ὁ μὲν μακάριος Ἑζεκίας τὴν βασιλίδα τότε περιέπων τιμὴν, οὐ τοῖς ἰδίοις ἐπιθαρσεῖ στρατεύμασιν, ἀλλὰ Θεῷ τῷ πάντων ἀνετίθει τῆς νίκης τὸ τέλος, καὶ τὴν παρ' αὐτοῦ μόνην ἐπικουρίαν δι' ἐκτενεστάτης ἐκάλει τῆς προσευχῆς, καὶ κατέκλινε τὸ οὖς τῷ δικαίῳ παραχρῆμα μὲν Θεὸς, γείτονα δὲ ταῖς εὐχαῖς τὴν χάριν ἐτίθει. "Ἐξῆλθεν "γὰρ ἄγγελος Κυρίου, καθὰ γέγραπται, καὶ ἀνεῖλεν ἐκ τῆς "παρεμβολῆς τῶν ἀλλοφύλων ἑκατὸν ὀγδοήκοντα πέντε "χιλιάδας." τί οὖν, ὦ βέλτιστε, πρὸς τοῦτο ἐρεῖς; ἐν μιᾷ νυκτὶ, καὶ καθ' ὥραν τὴν αὐτὴν καὶ καιρὸν, ὁ μὲν Ἀσσύριος ἔπιπτεν ἀγγέλου χειρὶ δαπανώμενος, διεσώζετο δὲ τῶν Ἱεροσολυμιτῶν ἡ πληθὺς, καὶ οἱ μὲν ἦσαν ἐν τοῖς ἐσχάτοις, οἱ δὲ ἐν τέρψει καὶ χαρᾷ. ποῦ τῆς ὥρας ἡ δύναμις; πῶς ἐπ' ἀμφοῖν ἀνωμάλως ἐμερίζετο; καὶ τοῖς μὲν τὸ χαίρειν, τοῖς δὲ τὸ θνήσκειν κακῶς εἰργάζετο; οὐ γὰρ διφυᾶ τε καὶ πολύμορφον ἀποτολμήσαις ἂν αὐτὴν ὀνομάσαι, καὶ εἰ σφόδρα ληρεῖς. ὁ αὐτὸς δ' ἂν ἡμῖν ἰσχύσαι λόγος ἐπί τε Δαθᾶν