Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.668
Not analysed yet
ἀδικήσαι, ἢ καὶ ἐκ τῶν ἐναντίων εὐφρανεῖ, μὴ οὐχὶ τοῦ τὰ πάντα διιθύνοντος Θεοῦ, καθ' ὅπερ ἂν βούλεται, καὶ πρὸς τὸ ἑκάστῳ χρεωστούμενον ἢ λυπεῖν ἢ εὐφραίνειν ἐκ τῶν ἐναντίων θέλοντος; ἠκούομεν γὰρ λεγόντων ἀρτίως, ὡς ἐν ἐξουσίᾳ μέν ἐστι ταῖς ὥραις τῶν καθ' ἡμᾶς οὐδὲν, πονηρὰς γεμὴν εἶναι τῇ φύσει τινὰς, καὶ ἀθρόως ἡμῖν ἐγκαταφορεῖσθαι πνεύματος δίκην. ἀλλ' οἶμαι δὴ πάλιν ὡς χαλεπὸν οὐδὲν τῆς ἐσχάτης ἀβουλίας ἀνάπλεων καὶ τοῦτον ὑμῖν ἐπιδεῖξαι τὸν λογισμόν. τίνι γὰρ οὐκ ἔσται τῶν ὄντων καταφανὲς, ὅτι τὰ δέκα καὶ δύο τῶν ὡρῶν διαστήματα, τὰ μὲν ἡμέρᾳ, τὰ δὲ νυκτὶ συμμεμέτρηται· νὺξ δὲ καὶ ἡμέρα οὐ τινὶ μὲν συμβαίνει, τινὶ δὲ οὐκ ἔτι, ἀλλὰ διὰ πάντων ἔρχεται; τὸ δὲ πονηρὸν τῇ φύσει, καὶ ἀπαραποιήτως ἔχον εἰς τοῦτο, οὐ τῷ μὲν δεῖνι πονηρὸν, ἑτέρῳ δὲ οὐκέτι, ἀλλ' οὐδὲ ἑνὶ τυχὸν ἢ δευτέρῳ, πᾶσι δὲ μᾶλλον ἐν ἴσῃ μοίρᾳ τὸ βλάβος ἐποίσει, δι' ὧνπερ ἂν ἴοι τὸ τῆς νυκτὸς ἢ τὸ τῆς ἡμέρας διάστημα. πῶς οὖν ἐν ἡμέρᾳ τυχὸν ἢ ἐν ὥρᾳ μιᾷ, τὸν μὲν ἔξεστιν εὐπαθοῦντα βλέπειν, καὶ πολλοῖς ἐντρυφῶντα τοῖς εὐφραίνειν εἰδόσιν, ὡς ἐπὶ διαίτας ἰέναι λαμπρὰς, καὶ συναγείρειν σὺν πολλῇ τῇ σπουδῇ τοὺς συνεστιασομένους, ἑτέρους δὲ ἀκριβῶς ἐν τοῖς ἐναντίοις, ὡς καὶ ἀπάγεσθαι πολλάκις τινὰ τεθνηξόμενον οἰκτρῶς. τίς ὁ λόγος, εἰπέ μοι, ἢ πῶς ἂν ἐνδέχοιτο μιᾶς οὔσης ὥρας, ἢ καὶ ἑνὸς τοῦ καιροῦ, τὸν μὲν ἐν ἐκείνοις, τὸ δὲ ἐν τούτοις ὁρᾶσθαι; τί τὴν ὥραν ἐκείνην προσερεῖς; πονηρὰν, ἢ τὸ ἐναντίον; εἰπεῖν γὰρ οὐκ ἔχω, κατὰ τῶν ἐπ' ἄμφω βλέπων, καὶ τρυφῶντα μὲν ἕνα, νεκρὸν δὲ καὶ ἄπνουν καὶ ἐλεεινὸν εὑρίσκων τὸν ἕτερον. ἆρ' οὐχὶ μῦθος ἀμαθὴς, καὶ δαιμονιώδους μανίας εὑρήματα τὰ ἐπὶ ταῖς ὥραις ἁλώσεται δόγματα; ἀλλ' οἶμαι πάντας