Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.671
Not analysed yet
σφόδρα ῥᾳδίαν ἑλεῖν τῷ γε ὅλως συνετῷ, καὶ τὰ αἰσθητήρια τῆς διανοίας ἔχοντι γεγυμνασμένα πρὸς διάκρισιν ἀγαθοῦ τε καὶ κακοῦ. τί δὴ οὖν ἄρα κἀκεῖνό ἐστιν, περὶ οὗ δὴ τὰ τοιαῦτά φαμεν; γάμον ἐπετέλουν οἱ Καναναῖοί ποτε τὴν τῶν Ἰουδαίων γείτονα προσοικοῦντες χώραν· Γαλιλαία δὲ ἦν· οἱ τ' ἐπὶ πανδαισίαν συνεκάλουν τὸν Κύριον ἅμα τῇ μητρὶ καὶ τοῖς ἁγίοις μαθηταῖς, καὶ πρόφασις αὐτοῖς τῆς πανηγύρεως ἦν ἡ γαμήλιος εὐνή· ὡς δὲ ὁμόσιτος τοῖς εἰς τοῦτο συνειλεγμένοις ὁ Κύριος παρῆν εὐλογήσων ὃν νενομοθέτηκε γάμον, οἶνος ἐπέλειπε τοὺς ἑστιωμένους· ἔτι δὲ ὡς υἱοῦ κατεξουσιάζουσα διὰ τὴν πολλὴν ἄγαν ὑποταγὴν τοῦ Σωτῆρος ἡ μήτηρ, ὁμοῦ τε καὶ τὸν ἐν δυνάμει θεοπρεπεῖ διὰ πολλῆς ἤδη τῆς πείρας μαθοῦσα "Οἶνον οὐκ ἔχουσι," φησίν· ᾔδει γὰρ ἐξανύσοντα καὶ μάλα ῥᾳδίως, ὅπερ ἀπῄτει τῶν πραγμάτων ἡ φύσις. πρὸς αὐτὴν δὲ ὁ Κύριος "Τί ἐμοὶ καὶ σοὶ, "γύναι; οὔπω ἥκει ἡ ὥρα μου." ὁ μὲν οὖν φιλόθεος νοῦς καὶ τῶν ἀλλοκότων ἀπηλλαγμένος δογμάτων, Ἑλληνικῆς τε ὡς ποῤῥωτάτω δεισιδαιμονίας ἀναφυγὼν, τὸ εἰρημένον εὐσεβῶς ἐκδέξεται. οὔπω γὰρ ἥκει, φησὶν, ὁ τῆς ἀναδείξεώς μου καιρὸς, τῆς διὰ σημείων δηλαδή. Θεὸς γὰρ ὢν κατὰ φύσιν, τὸν ἑκάστῳ πράγματι πρέποντα χρόνον οὐκ ἠγνόησε, πόθεν; ὁ δὲ ἐκ πολλῆς ἄγαν τῆς ἀσυνεσίας περιτρέπων εἰς ἐκεῖνο καὶ τοῦτο· ἱππηλατῶν γάρ πως ἐστὶ τοῖς πολλοῖς τὸ κακόν· καὶ ταῖς τῶν ὡρῶν ἐνεργείαις, ὥσπερ οὖν τινες ληροῦντές φασιν, ὑποκεῖσθαι καὶ αὐτὸν οἰόμενοι τὸν Χριστὸν, αὐτόθεν ἡμῖν ἀνοητεύων ἁλώσεται, καὶ δι' ὧν ἐπαγωνιεῖσθαι τοῖς ἑαυτοῦ προσεδόκησε λόγοις, διὰ τούτων αὐτῶν τῆς ἐνούσης τοῖς δόγμασιν ἀτοπίας καταγνώσεται. εἰ γὰρ ταῖς τῶν ὡρῶν ἐνεργείαις ὑποκεῖσθαι δώσομεν τῶν πραγμάτων τὴν φύσιν, διά τε τοῦτο φάναι τὸν Χριστὸν πρὸς τὴν