Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.672
Not analysed yet
μητέρα τό Οὔπω ἥκει ἡ ὥρα μου, πῶς, εἰπέ μοι, κατὰ τὸν παρ' ὑμῶν βδελυρόν τε καὶ ἀσοφώτατον λόγον, οὔπω τὴν ἀπὸ τῆς ὥρας συνασπίζουσαν αὐτοῦ τοῖς θελήμασιν ἐνέργειαν ἔχων δημιουργὸς τῶν αἰτηθέντων γίνεται; φαίνεται γὰρ παραχρῆμα τὸ ὕδωρ εἰς οἶνον μεταβαλών. ἀλλ' εἴπερ οἴεσθε χρῆναι ταῖς τῶν ὡρῶν ἐξουσίαις ὑποκεῖσθαι τὰ πράγματα, πῶς οὐκ ἔδει μηδὲ τὴν ἀρχὴν ὅλως ἐπιχειρεῖν ἐξανῦσαι τὸν Κύριον, ὅπερ ἡ τῆς ὥρας οὐκ ἐδίδου συνδρομή; ἀλλ' οὐδὲν τούτου φροντίσας ὁρᾶται, πρόωρον δὲ ὥσπερ ἐδίδου τὴν χάριν ἐκείνοις. οὐκ ἄρα τῆς ὥρας ἡ δύναμις ἦν ἐμποδὼν, καιροῦ δὲ οὔπω παρόντος εἰς ἀνάῤῥησιν τὴν διὰ θαυμάτων, τὰ τοιαῦτά φησιν ὁ Χριστός. Οὐκοῦν ἀπηλλάχθημεν τῆς ἐν τούτοις ὑμῶν ὑπονοίας, αὐτὸς καὶ ὀνομαζομένης τῆς ὥρας νοείσθω καιρὸς, ὁ ἑκάστῳ πράγματι πρέπων· ὅτι δὲ καὶ ἡμεῖς τῆς ἐξ ὡρῶν ἀνάγκης ἐλεύθεροι καθεστήκαμεν, πλειόνων οἶμαι μὴ δεῖσθαι ῥημάτων τὴν πραγματείαν. ἀρκούντως γὰρ ἤδη τὰ ἐπὶ τούτῳ διειλήφαμεν. Πλὴν ἐκεῖνο δεῖξαι σπουδάσομεν ἔν γε τῷ παρόντι λοιπὸν, ὅτι τὴν ὥραν ἐν ταῖς θείαις γραφαῖς τὸν ἑκάστῳ πρέποντα πράγματι καιρὸν εὑρήσομεν. καὶ κράζεται μὲν ὁ θαυμάσιος Παῦλος καὶ τῆς ὀνομαζομένης ὥρας σημαίνει τὴν δύναμιν "Καὶ τοῦτο εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ὑμᾶς ἐξ "ὕπνου ἐγερθῆναι· ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν." ὁρᾷς ὅτι καιρὸν προτάξας, τὴν ὥραν ἐπήνεγκεν, ὡς αὐτὸ διὰ τοῦ αὐτοῦ, καὶ οὐχ ἕτερόν τι δηλῶν. καιρὸς γὰρ ἦν διεγρηγορήσαντας ἤδη τοὺς κεκαρωμένους ἐν ἁμαρτίαις ἀναμῦσαι πρὸς τὸ συμφέρον, καὶ διεγερθῆναι πρὸς νῆψιν τὴν θεοφιλῆ.