Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.677
Not analysed yet
ἐπείπερ ἔξω φρενὸς γεγόνασιν ἀγαθῆς, καὶ κατόπιν τῶν ἰδίων ἐνθυμημάτων τὸν θεῖον ῥίψαντες νόμον, ἐπὶ μόνον τὸ δοκοῦν ἀδιακρίτοις ἐφέροντο ταῖς ὁρμαῖς· κεφαλὴ γὰρ γέγονεν εἰς οὐρὰν, κατὰ τὸ γεγραμμένον. ἕπεται γὰρ ὁ ἡγούμενος, καὶ τῇ τῶν Φαρισαίων ἀνοσιότητι συμφρονῶν ἀχαλίνους ἤδη καὶ κατὰ Χριστοῦ ποιεῖται τὰς καταδρομάς. ἀπροφάσιστος δέ πως ἀεὶ τοῖς πονηροῖς ὁ πρὸς φιλαρέτους εὑρίσκεται πόλεμος, καὶ μονονουχὶ χωλεύει τῆς μάχης ὁ τρόπος ταῖς ἐξ εὐλόγων αἰτιῶν εὑρεσιλογίαις οὐ βοηθούμενος, μόνοις δὲ τοῖς ἐκ φθόνου διακεκωλυμένος νοσήμασιν. οὐ γὰρ ἔχοντες ἁμιλλᾶσθαι τοῖς ἐκείνων μεγαλουργήμασιν, οὐδὲ διὰ τῆς ἴσης εὐψυχίας ἰσόμετρον αὐτοῖς ἀποκομίζεσθαι δόξαν, ἢ καὶ ἐν ἀμείνοσι τυχὸν διὰ τῶν ἀμεινόνων ὁρᾶσθαι, πρὸς ἀγριότητα πίπτουσι λογισμῶν, καὶ ταῖς τῶν νικώντων εὐφημίαις ἐξοπλίζονται παραλόγως, ἀφανίζειν σπουδάζοντες τὸ ἀσχημονεῖν ἀναγκάζον αὐτούς. ἀεὶ γὰρ τῇ παραθέσει τοῦ βελτίονος τὸ φαῦλον ἐλέγχεται. χρῆν δὲ δήπου μᾶλλον αὐτοὺς διὰ τῶν ἴσων παρισοῦσθαι φιλεῖν, καὶ τοῖς ἐπαινουμένοις τὰ αὐτὰ μᾶλλον ἐπείγεσθαι φρονεῖν καὶ δρᾶν. εἰκὸς δὲ δή τι καὶ πικρὸν ἐννοῆσαι τοὺς Φαρισαίους. ἐπειδὴ γὰρ ἐπύθοντο διαγογγύζειν τοὺς ὄχλους, καὶ ἀλλήλοις ἤδη διαθρυλεῖν "Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; ἴδε ἐν "παῤῥησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσι. μήποτε ἔγνω"σαν οἱ ἄρχοντες ὅτι αὐτός ἐστιν ὁ Χριστός;" ἀποκρουομένοι πάλιν τῇ συντρόφῳ κακίᾳ τὴν ἐντεῦθεν ὑπόληψιν, δεσμεῖν ἐπιτάττουσιν, αὐτό τε τοῦτο πληρώσοντας τοὺς ὑπηρέτας ἐκπέμπουσιν.