Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.676
Not analysed yet
καὶ τοῖς ἄλλοις ἅπασιν, εἰ μὴ τοῦτον διακέοιντο τὸν τρόπον, ἐπιτιμᾶν εἰωθότες. ἀλλ' οὐδὲν ἐν τούτοις τοῦ νόμου φροντίσαντες, διαλακτίσαντες δὲ ὥσπερ τὰ παρ' αὐτοῖς τιμιώτατα, βρόχοις περιβαλεῖν σπουδάζουσι τὸν ἡμαρτηκότα μὲν τὸ παράπαν οὐδὲν, ὅτι δὲ μᾶλλον αὐτὸς εἴη ὁ Χριστὸς, δι' αὐτῶν ἤδη τῶν ἔργων πεπιστευμένον. ἐχρῆν δὲ δήπου πάντως, ἐρεῖ τις εὐλόγως, τοὺς ἀνοσίους τῶν Ἰουδαίων καθηγητὰς, εἴπερ ἦσαν τῶν θείων λογίων ἵστορες καὶ τῶν θείων νόμων ἐπιστήμονες, προσλαλῆσαι μᾶλλον τοῖς ὄχλοις, ἀνατρέψαι λογισμοῖς τοῖς καθήκουσι τὴν ἐπὶ τούτῳ καταβοὴν, ἀποκρούσασθαι τοῦ φθόνου τὰς ὑποψίας, μεθιστᾶν εἰς τὸ φρονεῖν ἃ προσῆκεν, εἴτι περ ὅλως καὶ διεσφάλσθαι παρ' αὐτοῖς ἐνομίζοντο, καλὰς ἐπὶ Χριστῷ τὰς ὑπονοίας ὠδίνοντες· ἔδει ταῖς ἐκ προφητῶν μαρτυρίαις πληροφορῆσαι, καὶ διὰ πάσης ἁπαξαπλῶς ἰόντας τῆς θείας γραφῆς, ἀπονίψασθαι μὲν τὰ ἐκ τῶν ὄχλων ἐγκλήματα, διδάξαι δὲ περὶ Χριστοῦ τὸ ἀληθέστερον ὡς ἐγνωκότας τι πλέον. ἀλλ' οὐδεμίαν ἐντεῦθεν τὴν ἀπολογίαν εὑρίσκοντες, δυσωπούμενοι δὲ τὴν ἁγίαν γραφὴν, ἅτε κατηγοροῦσαν αὐτῶν μετὰ τῶν ὄχλων εὑρίσκοντες, εἰς ἀναίσχυντον ἐμπίπτουσι θράσος, καὶ ἐκ μέσου ποιεῖσθαι σπουδάζουσι τὸν Χριστὸν, ὅτι διέπταισται διελέγχειν οὐκ ἔχοντες. τὸ δὲ δὴ τῶν ἄλλων ἀφορητότερον, οὐδὲ τῶν τυχόντων ἡ σκέψις, ἀλλὰ τῶν ἀρχιερέων τὰ τολμήματα σύνδρομον ἐχόντων τοῖς Φαρισαίοις τὴν γνώμην, καίτοι καθηγεῖσθαι δέον αὐτῶν ὡς πλεονεκτοῦντας τῷ τῆς ἱερωσύνης πράγματι, καὶ τὸ προτετάχθαι διὰ τούτου λαχόντας, ἔδει φαίνεσθαι καθηγητὰς, καὶ ἐν ἀγαθοῖς τοῖς σκέμμασι, καὶ βουλῆς κατάρχειν οὐκ ἀπᾳδούσης Θεῷ. ἀλλ'