Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.681
Not analysed yet
ἂν εἶεν ἔτι πρὸς τὸ λαβεῖν ἐπιτήδειοι; καὶ οἱ τὸ καιροῦ διαμαρτεῖν ἐν τῷ μηδενὸς ποιησάμενοι λόγῳ, πῶς ἂν ἔχειν δύναιντο τὰ ἐκ τῶν καιρῶν ἀγαθά; ἐνεστηκότος μὲν γὰρ τοῦ καιροῦ καὶ παρόντος ἔτι, τὰ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ ζητητέον· ἐξοιχομένου δὲ ἤδη καὶ παρελαύνοντος, περιττὴ λοιπὸν καὶ εἰκαιοτάτη τῶν ἐν αὐτῷ χρησίμων ἡ ζήτησις. καὶ γοῦν ὁ μακάριος Παῦλος "Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, φησὶν, "ἰδοὺ νῦν ἡμέρα σωτηρίας," ἀλλὰ καί "Ἕως καιρὸν ἔχομεν, "ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας." ἤδη γὰρ ἤδη πρέπει τοῖς τὴν ἕξιν ἀγαθοῖς τὸ μὴ δεῖν, παρηβῶντος ἤδη τοῦ καιροῦ, τὰ ἐξ αὐτοῦ ζητεῖν ἀγαθὰ, ἀρχομένου δὲ μᾶλλον, καὶ ἀκμαιοτάτην ὥσπερ τὴν παρουσίαν ἐπιδεικνύοντος. Καὶ πολλὰ μὲν ἦν ἐπὶ τούτοις ἔτι περὶ καιροῦ λέγειν ἀπὸ τῆς θείας γραφῆς, παρεὶς δὲ τοῖς φιλοπόνοις τὸ ἐκεῖνα ζητεῖν, ἐρῶ τι βραχὺ, κοινὸν μὲν καὶ ἐν χρήσει τῇ παρ' ἡμῖν, ὅμως δ' οὖν οὐ μετρίαν ἔχον τὴν ὄνησιν. φασὶ τοιγαροῦν τοὺς τὰς ἐν τοῖς πίναξιν ἀνατυποῦντας γραφὰς, ὅτε καιρὸν πρὸς εἶδος ἄγουσι τὸ ἀνθρώπινον, τὸ μὲν ἄλλο τοῦ σώματος σχῆμα κατὰ τὸ δοκοῦν αὐτοῖς ἀποσημαίνεσθαι, κεφαλὴν δὲ μόνην ἐπιτιθέναι τοιαύτην· ἀπὸ μὲν γὰρ τῶν κατόπιν αὐτὴν ἀπότριχά τε καὶ λειοτάτην ἐπιδεικνύουσι λαμπροῖς ἀλείφοντες χρώμασιν· ἀπὸ δὲ μέσου κρανίου, μακρὰν τοῖς μετώποις ἐπαρτῶσι τὴν τρίχα, καὶ κεχυμένην εἰς τὸ πρόσω καὶ διαῤῥέουσαν, δι' αὐτοῦ δὴ τούτου δηλοῦντες τοῦ σχήματος, ὅτι καιροῦ μέν τινος ἐνεστηκότος τε καὶ οἷον ἀντιπροσώπου ὑπαντιάζοντος, ῥᾳδίαν ἐπιδράξαιτο, παρῳχηκότος δὲ ἤδη, πῶς ἂν ἔτι καὶ λάβοιτο; δασὺς μὲν γὰρ ὥσπερ καὶ εὐκάτοχος ἔτι παρὼν, παραδραμὼν δὲ, οὐκέτι. τοῦτο γὰρ ἡ κατόπιν λειότης ὑποδηλοῖ, μονονουχὶ τὴν τοῦ κατείργειν