Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.682
Not analysed yet
ἐθέλοντος διαπαίζουσα χεῖρα. οὐκοῦν ἐπείπερ οὐκ ἐν ἡμῖν τὰ ἐκ τῶν καιρῶν μετὰ τοὺς καιροὺς, παροῦσι τοῖς ἀγαθοῖς μὴ ἐπινυστάξωμεν, ἐγρηγορῶμεν δὲ μᾶλλον, καὶ μὴ ὅτε τὸ ζητεῖν ἀνωφελὲς, τὸ θηρᾶσθαι τὸ ὠφελοῦν ἀσυνέτως σπουδάζωμεν. Καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Ἀστειότατα πάλιν τῆς τῶν οὐρανῶν βασιλείας τὸ τῶν Ἰουδαίων ἐκπέμπει γένος, ἀκόλουθα μὲν τοῖς ἤδη προειρημένοις ἐπενεγκὼν, βαθὺ δ' οὖν ὅμως αὐτοῖς ἐγκαταχώσας μυστήριον. ἁπλούστερον μὲν γὰρ προσβάλλοντες τῷ λόγῳ, καὶ ἀπεριεργοτέραν ἐπ' αὐτῷ τὴν θεωρίαν δεξάμενοι, τοιοῦτόν τι φαμὲν ὑποδηλοῦν αὐτὸν, ὡς οὐδαμόθεν αὐτοῖς ἔσται καταληπτὸς, ἀλλ' οὐδὲ τοῖς παρ' αὐτῶν ὑποπεσεῖται βρόχοις παλινδρομήσας πρὸς τὸν Πατέρα. οὐ γὰρ βάσιμος αὐτοῖς ἔσται καὶ οὐρανὸς, ὁ δὲ αὐτῷ συνεδρεύων τῷ Θεῷ καὶ Πατρὶ, πῶς ἂν καὶ γένοιτο τοῖς ζητοῦσιν αὐτὸν ἁλώσιμος; εἷς μὲν οὖν λόγος οὗτος οὐ βαθὺς, πρεπωδέστερος δὲ ταῖς τῶν Ἰουδαίων ἐλαφρίαις μᾶλλον, καὶ ταῖς ἐκείνων διανοίαις ἐν ἀμείνοσι· χθαμαλώτερον γάρ πως ἀεὶ νοοῦντες εὑρίσκονται· ἡ δὲ ἀκριβὴς καὶ κεκρυμμένη τῶν εἰρημένων διάνοια τοῦτον ἔχει τὸν τρόπον Ἐγὼ μὲν, φησὶ, τῆς ὑμετέρας ἀνοσιότητος τὴν παγίδα διεκδραμὼν, ἀνακομισθήσομαι πρὸς Θεὸν καὶ Πατέρα· προαποδημήσω δὲ πάντως τῶν ἡμετέρων προσκυνητῶν, ἵνα καὶ πορεύσιμον αὐτοῖς ἀποδείξας τὴν πρὸς τὸ ἄνω διακομίζουσαν τρίβον, πάντας ἔχοιμι μεθ' ἑαυτοῦ. ὑμεῖς δὲ οὐ δύνασθε ἐλθεῖν ὅπου εἰμὶ ἐγὼ, τουτέστιν ἀπόκληροι τῶν θείων ἀγαθῶν εὑρεθήσεσθε, ἀμέτοχοι τῆς ἐμῆς ἔσεσθε δόξης, καὶ τοῦ συμβασιλεύειν τοῖς ἁγίοις