Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.687
Not analysed yet
τινα τοῦ παραδείσου δηλοῦν, ὡς καὶ εἰσαῦθις ἡμῖν δοθησομένου διὰ Χριστοῦ. ἐπειδὴ δὲ ὅτι τὰ πάντα λαβεῖν ἐκ χειμάῤῥου προσήκει τελευτῶντι προσέκειτο τῷ ῥητῷ, ἐξ αὐτοῦ τε πάλιν εὐφραινόμενοι, ἐλέγομεν, χειμάῤῥῳ παρωμοιῶσθαι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἐν ᾧ δὴ πᾶσαν τὴν ἐν ἐλπίσι τέρψιν τε καὶ τρυφὴν εὑρήσομεν, ἐν αὐτῷ τε εὐφρανθησόμεθα θείως τε καὶ πνευματικῶς. ὅτι δὲ χειμάῤῥους ἐστί τε καὶ καλεῖται πνευματικῶς, ἐπιμαρτυρήσει λέγων καὶ ὁ σοφώτατος ἡμῖν μελῳδὸς, ὡς πρὸς Θεὸν καὶ Πατέρα περὶ ἡμῶν "Οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ "τῶν πτερύγων σου ἐλπιοῦσι. μεθυσθήσονται ἀπὸ πιότητος "οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς "αὐτούς." καὶ αὐτὸς δέ που φησὶν ἐν προφήταις ὁ Κύριος "Ἰδοὺ ἐγὼ ἐκκλίνω πρὸς αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ "ὡς χειμάῤῥους ἐπικλύζων." Ἐπειδὴ τοίνυν ὁ νόμος κλητὴν ἁγίαν ἐκάλει τήν τε πρώτην, καὶ τὴν ἑβδόμην τῆς ἑορτῆς ἡμέραν, μεγάλην αὐτὴν κατωνόμασεν καὶ αὐτὸς ὁ θεσπέσιος Εὐαγγελιστὴς, τετριμμένον, ὡς ἔοικε, τοῖς Ἰουδαίοις οὐκ ἀτιμάσας ἔθος. ἐνούσης τοιγαροῦν τοῖς περὶ τῆς ἑορτῆς διατεταγμένοις καὶ τῆς τοῦ χειμάῤῥου μνήμης, ἐπιδεικνὺς ἑαυτὸν ὁ Σωτὴρ αὐτὸν ἐκεῖνον ὄντα τὸν χειμάῤῥουν, ὃς ἐν τῷ νομικῷ προκατηγγέλετο λόγῳ Εἴ τις διψᾷ φησιν ἐρχέσθω πρός με καὶ πινέτω. ὅρα γὰρ ὅπως ἐξίστησι τῶν Ἰουδαίων τὸν νοῦν τῶν ἐν γράμμασι τύπων, καὶ μετακομίζει εὐφυῶς τὰ ἐν σχήμασιν, εἴ τι συμβουλεύει τὴν ἀλήθειαν. ἐγὼ γὰρ εἰμί φησιν ὁ διὰ τοῦ νομοθέτου χείμαῤῥος ἐν τοῖς περὶ τῆς ἑορτῆς προαναφωνούμενος λόγοις. καὶ εἰ κλάδους ἰτέας καὶ ἄγνου καὶ κλάδους ξύλου δασεῖς ἐκ χειμάῤῥου λαβεῖν ἀναγκαῖον, χείμαῤῥος δὲ