Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.686
Not analysed yet
Χριστὸν, ὥσπερ ἐξ ἀναγκαίου τινὸς λόγου καὶ τῷ καιρῷ πρέποντος κατ' αὐτὴν μάλιστα τοῖς Ἰουδαίοις εἰπεῖν Εἴ τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. ἦν μὲν γὰρ καὶ ἑτέροις αὐτὸν ἀποχρήσασθαι λόγοις· οἷον Ἐγώ εἰμι τὸ φῶς, ἐγώ εἰμι ἡ ἀλήθεια. ἀλλ' εἰς τὸν τοῦ πιστεύειν παρατρέψας λόγον τὴν ἐξήγησιν, τό Πινέτω, ἀναγκαῖον ὥσπερ τι καὶ χρεωστούμενον τοῖς περὶ τῆς ἑορτῆς εἰσκεκόμικε λόγοις. τὸν δὲ ἐν τῷ προκειμένῳ σκοπὸν ὡς ἐν ὀλίγοις εἰπεῖν πειράσομαι. Ὅτε τοίνυν τὰ περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας διετύπου Θεὸς οὕτω πρὸς τὸν Μωυσῆν "Τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ "τοῦ μηνὸς τοῦ ἑβδόμου ἑορτὴ σκηνῶν τῷ Κυρίῳ, καὶ "προσάξετε ὁλοκαυτώματα καὶ θυσίας ἑπτὰ ἡμέρας, καὶ "ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμῖν." εἶτα τούτοις ἐπιδιατάξας τῶν θυσιῶν τοὺς τρόπους, ἐπήνεγκε πάλιν "Καὶ "τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, "προσοίσετε ὁλοκαυτώματα τῷ Κυρίῳ ἑπτὰ ἡμέρας, καὶ "ἡμέρα ἡ πρώτη ἀνάπαυσις, καὶ ἡμέρα ἡ ἑβδόμη ἀνά"παυσις. καὶ τῇ ἡμέρᾳ τῇ πρώτῃ λήψεσθε κάλλυντρα "φοινίκων καὶ κλάδους ξύλου δασεῖς καὶ καρπὸν ξύλου "ὡραίου καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάῤῥου εὐφραν"θῆναι." ἤδη μὲν οὖν ἐν τῷ δευτέρῳ βιβλίῳ ἕκαστα τοῦ παροισθέντος ῥητοῦ διεξιόντες τὰ μέρη, μακρὸν ἐπ' αὐτῷ δεδαπανήκαμεν λόγον, συντεμόντες δ' οὖν ὅμως ἐν ὀλίγοις, αὖθις ἐπαναμνήσομεν. ἐφάσκομεν γὰρ τὴν μὲν ἑορτὴν τῆς σκηνοπηγίας τὸν τριπόθητον ἡμῖν τῆς ἀναστάσεως κατασημαίνειν καιρόν. τὸ δὲ κάλλυντρα λαβεῖν, καὶ καρπὸν ὡραίου ξύλου, καὶ πρὸς τούτοις ἔτι τὰ ἕτερα, ἐπανάληψίν