Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.689
Not analysed yet
"αὐτῶν." μέγα τι καὶ ἐξαίσιον ὁ τῶν ἁγίων ἐφώνησε λόγος, καὶ "εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν," καθὰ γέγραπται, "καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα "αὐτῶν." τοὺς τοιούτους ἡμῖν ποταμοὺς ἀναδείξειν ἐπηγγέλλετο διὰ τοῦ προφήτου λέγων Ἡσαΐου Θεὸς, ὁ πάντων Θεὸς καὶ Δεσπότης "Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, "σειρῆνες καὶ θυγατέρες στρουθῶν, ὅτι δέδωκα ἐν τῇ ἐρήμῳ "ὕδωρ καὶ ποταμοὺς ἐν γῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου "τὸ ἐκλεκτὸν, τὸν λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς "μου διηγεῖσθαι." πρόδηλον οὖν ὅτι ποταμοὺς ἐκ τῆς τοῦ πιστεύοντος κοιλίας προελεύσεσθαί φησιν ὁ Σωτὴρ τὴν διὰ τοῦ Πνεύματος διδακτήν τε καὶ ἐλλόγιμον χάριν ἧς καὶ ὁ Παῦλος μνημονεύει λέγων "Ὧι μὲν δίδοται διὰ τοῦ Πνεύ"ματος λόγος σοφίας." Εἰδέναι γεμὴν πρὸς τούτοις ἐστὶ καλὸν, ὅτιπερ οὐ τὸ ῥητὸν οὕτως ἔχον ὡς προενήνεκται παρὰ τῇ θείᾳ γραφῇ τοῖς ἑαυτοῦ λόγοις ἐντέθεικεν ὁ Σωτὴρ, ἑρμηνεύσας δὲ μᾶλλον τὸ πρὸς διάνοιαν. εὑρίσκομεν γάρ που περὶ παντὸς τοῦ τιμῶντος καὶ ἀγαπῶντος τὸν Θεὸν, ὅτι "Ἔσται ὡς κῆπος μεθύων "καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ." ὅπερ δέ φησιν ἐν τοῖς ἤδη κατόπιν πρὸς τὴν ἐκ τῆς Σαμαρείας γυναῖκα, τοῦτο καὶ νῦν διαγορεύει σαφῶς. ἐκεῖ μὲν γάρ φησιν "Πᾶς ὁ πίνων "ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ "ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, "ἀλλὰ τὸ ὕδωρ ὃ ἐγὼ δώσω αὐτῷ γενήσεται αὐτῷ πηγὴ "ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον." ἐνταῦθα δὲ πάλιν πρὸς τὴν ἴσην ἀναφέρων διάνοιαν τὸν τοῦ λόγου σκοπὸν, ποταμοί φησιν ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.