Ancient Greek · ~4 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.690
Not analysed yet
ΚΕΦΑΛΗ Β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα. Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. ΔΡΙΜΕΙΑΝ ἐφ' ἑαυτῷ τὴν βάσανον ἐξαιτεῖ τῶν προκειμένων ὁ νοῦς, καὶ πολλῆς ἀγχινοίας ἔργον ἂν γένοιτο μόλις τὸ συνιέναι διαρκῶς τοῦ μυστηρίου τὸ βάθος. ἀναλογιζόμενος γάρ τις καὶ εἰς ἕκαστον βλέπων τῶν ἁγίων προφητῶν, εἰκότως ἂν ἤδη καὶ εἰς ἐννοίας ἐκβαίνει θερμὰς, πῶς οὐκ ἦν τὸ Πνεῦμα, καίτοι τοσούτου προφητῶν ἀναδεδειγμένου χοροῦ, οἳ καὶ λαλοῦντες ἐν Πνεύματι τὰ θεῖα περὶ Χριστοῦ μυστήρια διὰ μακρῶν εὑρίσκονται λόγων. μὴ γάρ τοι τοσοῦτον ἡμεῖς ἔξω βαίνομεν λογισμοῦ τοῦ καθήκοντος, ὡς οἰηθῆναι Πνεύματος ἐρήμην τὴν τῶν ἁγίων γενέσθαι διάνοιαν. δυσωπεῖ γὰρ ἡμᾶς καὶ καθάπερ ἐξ ἀνάγκης πρὸς τὸ πείθεσθαι καλεῖ, ὡς διακεῖσθαι κατὰ ἀλήθειαν, ὡς ἦσαν πνευματοφόροι, καὶ αὐτὸ τῆς προφητείας τὸ χρῆμα καὶ τὰ ἐν τοῖς ἱεροῖς εὑρισκόμενα γράμμασι. Πρὸς μὲν γὰρ τὸν Σαοὺλ ὁ Σαμουήλ φησιν, ὅτι "ἐφα"λεῖται ἐπὶ σὲ πνεῦμα Κυρίου, καὶ στραφήσῃ εἰς ἄνδρα