Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.69
Not analysed yet
ἀληθεύσει λέγων ὁ Υἱός "Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ "ἐν ἐμοί." οὐ γὰρ δήπου κατὰ μόνην τὴν ὁμοιότητα τῆς οὐσίας, ὡς χαρακτῆρα τὸν Υἱὸν ἐν Πατρὶ θεωρήσομεν, ἢ αὖ πάλιν ὡς ἀρχέτυπον ἐν Υἱῷ τὸν Πατέρα· ἀλλ' Υἱὸν μὲν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας γεννητῶς ἐκλάμποντα, καὶ ἐν αὐτῇ καὶ ἐξ αὐτῆς ἰδιοσυστάτως ὑπάρχοντα καὶ ὑφεστῶτα Θεὸν Λόγον παραδεξόμεθα· Πατέρα δὲ πάλιν ἐν Υἱῷ, ὡς ἐν ὁμοουσίῳ γεννήματι, συμφυῶς μὲν, κατὰ δὲ μόνην τὴν ἑτερότητα τοῦ εἶναι καὶ νοεῖσθαι τοῦθ' ὅπερ ἐστὶ μεμερισμένως. μένει γὰρ ὁ Πατὴρ τοῦθ' ὅπερ ἐστὶ, κἂν ὑπάρχῃ συμφυῶς ἐν Υἱῷ, καθάπερ εἶναί φαμεν ἐν τῷ ἀπαυγάσματι τὸν ἥλιον· καὶ πάλιν ὁ Υἱὸς οὐχ ἕτερόν τι παρ' ὅπερ ἐστὶ νοηθήσεται, κἂν ὑπάρχῃ συμφυῶς ἐν Πατρὶ, καθάπερ ἐν ἡλίῳ τὸ ἀπαύγασμα αὐτοῦ. οὕτω γὰρ, Πατρὸς μὲν κατ' ἀλήθειαν νοουμένου τε καὶ ὄντος τοῦ Πατρὸς, Υἱοῦ δὲ πάλιν ὄντος τε καὶ νοουμένου τοῦ Υἱοῦ, συνεισβαίνοντος δηλαδὴ τοῦ Ἁγίου Πνεύματος, ὁ τῆς ἁγίας Τριάδος ἀριθμὸς εἰς μίαν καὶ τὴν αὐτὴν ἀναβαίνει θεότητα. Ἐπεὶ πῶς ἂν ὅλως καὶ εἷς ὑπάρχειν νοοῖτο Θεὸς, εἴπερ ἕκαστον τῶν σημαινομένων ἀναχωρήσει μὲν εἰς ἰδιότητα παντελῆ, ὁλοκλήρως δὲ τῆς πρὸς τὸ ἕτερον συμφυΐας τε καὶ σχέσεως οὐσιώδους ἀπενηνεγμένον, ὀνομάζοιτο Θεός; οὐκοῦν κατὰ μὲν τὸν λόγον τοῦ εἶναι ἰδιοσυστάτως, καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα νοήσαιμεν, οὐκ ἀναμίσγοντες εἰς τὴν ὅπερ ἐστὶν ἕκαστον θέσιν, τὴν τῶν προσώπων, ἤτοι τῶν ὀνομάτων, διαφοράν· ἀλλὰ τηροῦντες μὲν ἰδιαζόντως ἑκάστῳ τὸ εἶναι καὶ λέγεσθαι τοῦθ' ὅπερ ἐστὶ, καὶ οὕτω πιστεύοντες, εἰς μίαν δ' οὖν ὅμως θεότητα φυσικῶς ἀναφέροντες αὐτὰ, καὶ τὸ πάντη διενηνεγμένως εἶναι νοεῖν παραιτούμενοι, διὰ τὸ λόγον καὶ σοφίαν καὶ ἀπαύγασμα καὶ χαρακτῆρα καὶ δύναμιν τοῦ Πατρὸς ἀποκαλεῖσθαι τὸν Υἱόν.