Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.68
Not analysed yet
ξενήσειν λόγοις τὸ ῥῆμα. οὐ γὰρ ἐπειδήπερ δι' αὐτοῦ γενέσθαι τὰ ὄντα λέγεται, πάντως δήπου καὶ ὑπουργὸς ἡμῖν, ἢ καὶ ἀλλοτρίων θελημάτων καὶ ὑπηρέτης ὁ Υἱὸς εἰσβήσεται, ἵνα μηκέτι νοῆται κατὰ φύσιν ὑπάρχων δημιουργὸς, ἢ καὶ ἐξ ἑτέρου τινὸς τὴν ἐπὶ τῷ δύνασθαι κτίζειν χορηγούμενος δύναμιν, ἀλλὰ μᾶλλον αὐτὸς καὶ μόνος ἡ ἰσχὺς ὑπάρχων τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς Υἱὸς, ὡς Μονογενὴς τὰ πάντα ἐργάζεται, συνεργαζομένου δηλονότι καὶ συνόντος αὐτῷ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος· πάντα γὰρ ἐκ Πατρὸς δι' Υἱοῦ ἐν Ἁγίῳ Πνεύματι. συνεῖναι δὲ τῷ Υἱῷ τὸν Πατέρα νοοῦμεν, οὐχ ὡς ἀτονοῦντι περὶ τὸ ἐργάζεσθαί τι τῶν ὄντων, ἀλλ' ὡς ὅλον ὄντα ἐν αὐτῷ διὰ τὸ ἀπαράλλακτον τῆς οὐσίας, καὶ τὸ ἄκρως προσεχές τε καὶ ἄμεσον αὐτοῦ πρὸς τὸ ἐξ αὐτοῦ φυσικῶς προελθόν· ὥσπερ ἂν εἴ τις λέγοι καὶ τῇ ἐξ ἄνθους εὐωδίᾳ συνεῖναι κατ' ἐνέργειαν τὴν ἐκ τῆς εὐοσμίας αὐτὸ δὴ τὸ ἄνθος, ἐπείπερ ἐξ αὐτοῦ πρόεισι φυσικῶς. ἀλλ' ὀλίγη μὲν ἐν τούτοις ἡ τοῦ παραδείγματος δύναμις, ἡ δὲ ὑπὲρ πάντα φύσις καὶ τοῦτο ὑπερκείσεται, μικροὺς ἐξ αὐτοῦ δεχομένη τῶν θεωρημάτων τοὺς χαρακτῆρας. ἐπεὶ πῶς νοήσομεν τό "Ὁ Πατήρ μου ἕως ἄρτι "ἐργάζεται κἀγὼ ἐργάζομαι;" οὐ γὰρ ἰδίᾳ μὲν καὶ καθ' ἑαυτὸν ἐνεργεῖν τι περὶ τὰ ὄντα τὸν Θεὸν καὶ Πατέρα φησὶν ὁ Υἱὸς, ἑαυτὸν δὲ πάλιν ὁμοίως ἐργάζεσθαι λέγει δίχα τοῦ Πατρὸς, καὶ ἀτρεμούσης τρόπον τινὰ τῆς ἀφ' ἧς ἐστιν οὐσίας· εἶεν γὰρ ἂν οὕτω δύο δὴ πάντως, καὶ οὐχ εἷς ὁ Δημιουργὸς, εἴπερ ἀνὰ μέρος ἑκάτερος καὶ κεχωρισμένως ἐργάζεται, ἐπιδέξεται δὲ καὶ ἑτέρως τὸ δύνασθαι μὴ ἔχειν εἰσαεὶ τὸν Υἱὸν ὁ Πατὴρ ἐν ἑαυτῷ, καὶ ὁ Υἱὸς ὁμοίως οὐκ ἀεὶ τὸν Πατέρα ἔχων ἐν ἑαυτῷ ὀφθήσεται, εἴπερ ὅλως ἐνδέχεται περί τι τῶν ὄντων ἐνεργεῖν ἀνὰ μέρος καὶ κεχωρισμένως ἑκάτερον, καθάπερ ἤδη προείπομεν, καὶ οὐ πάντως