Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.695
Not analysed yet
Πολυπραγμονήσας δὲ τὴν αἰτίαν, δι' ἣν οὐ πρὸ τῆς ἀναστάσεως, ἀλλὰ μετὰ ταύτην ἡ τοῦ Πνεύματος γέγονε χύσις, ἐκεῖνο πάλιν ἀκούσῃ Ἀπαρχὴ τῆς ἀνανεουμένης φύσεως τότε γέγονεν ὁ Χριστὸς, ὅτε φροντίσας οὐδὲν τῶν τοῦ θανάτου δεσμῶν ἀνεβίω πάλιν, καθάπερ ἀρτίως εἰρήκαμεν. πῶς οὖν ἔδει πρὸ τῆς ἀπαρχῆς ζωοποιηθέντας ὁρᾶσθαι τοὺς μετ' αὐτήν; ὅνπερ γὰρ τρόπον οὐκ ἂν ἀπὸ γῆς ἀναβλαστήσαι φυτὸν, μὴ οὐκ ἤδη πάντως τῆς ἰδίας ῥίζης ἐκπεφυκός· ἀρχὴ γὰρ αὐτῷ τῆς βλάστης ἐκεῖθεν· οὕτως ἦν ἀμήχανον ῥίζαν ἡμᾶς ἔχοντας εἰς ἀφθαρσίαν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, πρὸ τῆς ῥίζης ὁρᾶσθαι βλαστήσαντας. ἐπιδεικνύων δὲ τῆς εἰς ἡμᾶς καθόδου τοῦ Πνεύματος ἤδη παρόντα τὸν καιρὸν, μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνεφύσησε τοῖς μαθηταῖς λέγων Λάβετε Πνεῦμα Ἅγιον. τότε γὰρ ἦν ὄντως ἐπὶ θύραις, μᾶλλον δὲ εἴσω θυρῶν ὁ τῆς ἀνανεώσεως χρόνος. καὶ περιαθρείτω μοι πάλιν ὁ φιλομαθὴς εἰ μὴ γέγονεν ἡμῖν ἀληθὴς καὶ ὁ περὶ τούτων λόγος· ἐν ἀρχῇ μὲν γὰρ, ὥσπερ οὖν ἡμῖν ὁ πνευματοφόρος ἔφη Μωυσῆς, λαβὼν χοῦν ἀπὸ τῆς γῆς, καὶ διαπλάσας τὸν ἄνθρωπον ὁ πάντων Δημιουργὸς, "ἐνεφύσησεν εἰς τὸ πρός"ωπον αὐτοῦ πνοὴν ζωῆς·" καὶ τίς ἡ πνοὴ τῆς ζωῆς, ἢ δηλονότι τὸ Πνεῦμα τοῦ Χριστοῦ τοῦ λέγοντος "Ἐγώ εἰμι "ἡ ἀνάστασις καὶ ἡ ζωή;" ἐπειδὴ δὲ τῆς ἀνθρωπότητος ἀπέπτη τὸ Πνεῦμα τὸ πρὸς τὸν θεῖον ἡμᾶς χαρακτῆρα συνέχειν τε καὶ διαπλάττειν δυνάμενον, αὖθις ἡμῖν ὁ Σωτὴρ χαρίζεται τοῦτο, πρὸς ἐκεῖνο τὸ ἀρχαῖον ἀναφέρων ἀξίωμα,