Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.694
Not analysed yet
ἁμαρτίαν· οὕτω δὲ ἔχων, διέσωσας ἀναμφιλόγως ἐν σεαυτῷ, καθὸ γέγονας ἄνθρωπος, τῇ ἀνθρωπότητι τὸ παρὰ Θεοῦ καὶ Πατρὸς ἅγιον χρίσμα, τουτέστι τὸ Πνεῦμα. γέγονε τοίνυν καθ' ἡμᾶς ἄνθρωπος ὁ Μονογενὴς, ἵν' ἐν αὐτῷ καὶ πρώτῳ παλινδρομοῦντα τὰ ἀγαθὰ, καὶ ἡ τοῦ Πνεύματος ῥιζωθεῖσα χάρις ὅλῃ λοιπὸν ἀραρότως τῇ φύσει φυλάττοιτο, οἱονεὶ κιχρῶντος ἡμῖν τὸ τῆς ἰδίας φύσεως ἀμετάπτωτον τοῦ Μονογενοῦς, καὶ ἐκ Θεοῦ Πατρὸς ὄντος Λόγου, διὰ τὸ κατεγνῶσθαι τὴν ἀνθρώπου φύσιν ἐν Ἀδὰμ, ὡς ἀδιαπτώτως ἔχειν οὐ δυναμένην, κατολισθαίνουσαν δὲ καὶ σφόδρα ῥᾳδίως εἰς παρατροπήν. ὥσπερ οὖν ἐν ταῖς τοῦ πρώτου τροπαῖς εἰς ὅλην διήκει τὴν φύσιν ἡ τῶν ἀγαθῶν ζημία· κατὰ τὸν αὐτὸν οἶμαι λόγον καὶ ἐν τῷ μὴ εἰδότι τροπὴν τῆς τῶν θείων χαρισμάτων διαμονῆς ὅλῳ σωθήσεται τῷ γένει τὸ κέρδος. εἰ δέ τῳ μὴ σφόδρα δοκοῦμεν τὰ εἰκότα φρονεῖν τε καὶ λέγειν, διδασκέτω παρελθὼν τὴν αἰτίαν, δι' ἣν παρὰ ταῖς θείαις γραφαῖς δεύτερος Ἀδὰμ ὁ Σωτὴρ κατωνόμασται. ἐν μὲν γὰρ ἐκείνῳ τῷ πρώτῳ πρόεισι μὲν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὸ γένος τὸ ἀνθρώπινον, καὶ προελθὸν ἐφθάρη, ὅτι τὸν θεῖον λελύπηκε νόμον· ἐν δὲ τῷ δευτέρῳ, τουτέστι τῷ Χριστῷ, πρὸς ἀρχὴν ἐπάνεισι δευτέραν ἀνασκευαζόμενον πρὸς καινότητα ζωῆς, καὶ εἰς τὴν τῆς ἀφθαρσίας ἐπαναδρομήν. εἴ τι γὰρ ἐν Χριστῷ, καινὴ κτίσις, ὡς ὁ Παῦλός φησι. δέδοται τοίνυν ἡμῖν τὸ ἀνακαινίζον Πνεῦμα, τουτέστι, τὸ Ἅγιον, τὸ τῆς αἰωνίου παραίτιον ζωῆς μετὰ τὸ δοξασθῆναι Χριστὸν, τουτέστι, μετὰ τὴν ἀνάστασιν, ὅτε διαῤῥήξας τὰ τοῦ θανάτου δεσμὰ, καὶ κρείττων ἁπάσης φθορᾶς ἀναδεδειγμένος, ἀνεβίω πάλιν ὅλην ἔχων ἐν ἑαυτῷ τὴν φύσιν, καθόπερ ἦν ἄνθρωπος καὶ εἷς ἐξ ἡμῶν.