Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.698
Not analysed yet
φύσει, καθάπερ οὖν ἤδη προεδιδάξαμεν. ὅταν τοίνυν ἡμῖν ὁ θεῖος Εὐαγγελιστής Οὔπω γὰρ ἦν Πνεῦμα λέγει ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη, τὴν ὁλοσχερῆ καὶ ὁλόκληρον κατοίκησιν ἐν ἀνθρώποις τοῦ Ἁγίου Πνεύματος σημαίνειν αὐτὸν ὑποτοπήσωμεν. Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντές τινες τὸν λόγον τοῦτον ἔλεγον Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Χριστός. Καταπλήττονται τὴν παῤῥησίαν ὡς θεοπρεπῆ, καὶ τοὺς λόγους ὁρῶντες οὐκέτι τοῖς ἀνθρώπου πρέποντας μέτροις, ἐπὶ τὴν τοῦ νόμου καταφεύγουσι μνήμην, ὡς προαγγείλαντος ἤδη περὶ Χριστοῦ, καὶ προφήτην ἀναστήσεσθαι καὶ λέγοντος τῷ πανσόφῳ Μωυσεῖ παραπλήσιον διαπορθμεύειν μέλλοντα τοὺς παρὰ Θεοῦ λόγους τῷ Ἰσραήλ. οὕτω γάρ που φησὶν ὁ Θεὸς περὶ αὐτοῦ πρὸς τὸν ἅγιον Μωυσέα "Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν "αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς λόγους μου εἰς τὸ "στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν "ἐντέλλωμαι αὐτῷ." οὐκοῦν ἀπὸ τῆς τῶν λόγων ποιότητος, καὶ τῆς τῶν ῥημάτων ὑπερβολῆς αὐτὸν ἐκεῖνον ἤδη φασὶ τὸν διὰ νόμου προκεκηρυγμένον ἀναπεφάνθαι λοιπόν. τίνι γὰρ ἂν πρέποι τὸ λέγειν "Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ "πινέτω·" καί "Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ γραφὴ, "ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος," εἰ μὴ μόνῳ τῷ κατὰ φύσιν Θεῷ, τοῦτο δὲ ἦν ὁ Χριστός. εἰ καὶ μικρὰ φρονοῦντες Ἰουδαῖοι περὶ αὐτοῦ, προφήτην ἁπλῶς ὀνομάζουσιν, οὐκ εἰδότες τὴν κατὰ πάντων ὑπεροχὴν τοῦ Ἐμμανουὴλ, ἀλλ' ὡς ἕνα τῶν ἄλλων ἀναμετροῦντες αὐτὸν,