Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.699
Not analysed yet
ἀσυνέτως δὲ σφόδρα καὶ τοῖς νομικοῖς προσβάλλοντες θεωρήμασι κἀν τούτῳ πάλιν ἁλώσονται· ἕτερον γὰρ εἶναι νομίζουσι τὸν Χριστὸν παρὰ τὸν ἐν τῷ νόμῳ προφήτην. καὶ θαυμαστὸν οὐδὲν εἰ τὴν ἐν τούτοις ἀκρίβειαν ὁ δῆμος οὐκ ἔχει, ὅπου καὶ αὐτὴ τῶν ἀλαζόνων Φαρισαίων ἡ θεομάχος πληθὺς τὴν ἴσην τοῖς ὄχλοις ἀμαθίαν νοσοῦσα φαίνεται. ἐπιπλήττουσα γάρ ποτε τῷ μακαρίῳ Βαπτιστῇ "Τί οὖν "βαπτίζεις, φησὶν, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε Ἡλίας οὐδὲ "ὁ προφήτης;" δύο γὰρ ἥξειν προσδοκωμένων, τοῦ τε κατὰ τὸν νόμον προφήτου φημὶ, τουτέστι Χριστοῦ, καὶ Ἡλίου, περὶ τριῶν ἐπυνθάνοντο, ἕτερον εἶναι τὸν προφήτην ὑποτοπήσαντες παρὰ τὸν Ἰησοῦν. οὐκοῦν εὔκαιρον ἐκεῖνο λέγειν ἐπ' αὐτοῖς, τὸ διὰ τοῦ προφήτου λεγόμενον Ἰεζεκιήλ "Καθὼς "ἡ μήτηρ καὶ ἡ θυγάτηρ, θυγάτηρ τῆς μητρός σου εἶ σύ." νοσεῖ γὰρ ὁ δῆμος τὰ παραπλήσια τοῖς ἡγεῖσθαι λαχοῦσι· πλὴν ἐκεῖνο καλὸν συνιδεῖν ὡς ἦσαν μὲν ἤδη πρὸς τὸ πιστεύειν ηὐτρεπισμένοι, καὶ ἀναπείθονται δέ πως ἀπὸ τῶν τοῦ Σωτῆρος ῥημάτων ἐπὶ τὸ θαυμάζειν αὐτὸν, οὐκ ἔχοντες δὲ τὴν ἀπὸ τῶν ἡγουμένων παιδαγωγίαν, εἰς πολυσχιδῆ νοημάτων ἀποφέρονται τρίβον, οἱ μὲν τὸν Χριστὸν, οἱ δὲ τὸν προφήτην ἀποκαλοῦντές τε εἶναι καὶ ἤδη πιστεύοντες. τὸ γάρ Ἀληθῶς ἐγκείμενον, ἔμφασιν ἔχει τινὰ πεπηγότος ἤδη λογισμοῦ, καὶ παραδεχθείσης εἰσφέρει πίστεως ὑποψίαν. Οἱ δὲ ἔλεγον Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυεὶδ καὶ ἀπὸ Βηθλεὲμ, τῆς κώμης ὅπου ἦν Δαυεὶδ, ἔρχεται ὁ Χριστός; Οὐκ ἀταλαίπωρον Ἰουδαῖοι ποιοῦνται τὴν ζήτησιν τὴν ἐπὶ Χριστῷ. διὰ γὰρ πάσης ἰόντες ἐννοίας εὑρίσκονται, καὶ διὰ