Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.701
Not analysed yet
γνώμας, οἱ μὲν εἶναι τὸν προφήτην αὐτὸν, οἱ δὲ τὸν Χριστὸν ὑπολαμβάνοντες. καὶ πρόφασις αὐτοῖς τῆς ἐντεῦθεν διχονοίας, τὸ μὴ εἰδέναι τὸν Χριστὸν, μηδὲ τὴν ἐν τοῖς ἱεροῖς γράμμασιν ἀκρίβειαν συνιδεῖν· ἢ γὰρ ἂν οὐχ ἕτερον εἶναι τὸν Ἰησοῦν παρὰ τὸν ἐν τῷ νόμῳ προφήτην πιστεύοντες, τῆς ἀκαίρου διχονοίας ἐξέστησαν. Τινὲς δὲ ἐξ αὐτῶν ἤθελον πιάσαι αὐτὸν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας. Οἱ παρὰ τῶν ἀρχιερέων καὶ Φαρισαίων ἀπεσταλμένοι πρὸς τὸ συλλαβεῖν τὸν Κύριον, εὔκαιρον τοῦ τολμήματος ἐποιοῦντο πρόφασιν τὴν ἐν ἀλλήλοις τῶν ὄχλων διχόνοιαν· ἀφιλονεικότερον γάρ πως ἐπιτρέψειν αὐτοῖς ὑπελάμβανον ἀποκομίζειν αὐτὸν, οὐδὲν μὲν ἔτι ζηλοῦντας ἐφ' οἷς ἄν τι καὶ πάθοι, γεγονότι δὲ ὥσπερ πολέμου καὶ στάσεως ἀφορμῇ, καὶ ὑβριζομένῳ πάντως ἐφησθήσεσθαι. ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, οὐκ αἰδοῖ τῇ περὶ αὐτὸν, ἀλλ' οὐδὲ τοῖς θυμοῖς τὸν ἐξ εὐλαβείας ἐπιῤῥίψαντες χαλινὸν, μόνῃ δὲ τῇ παρ' αὐτοῦ καταραϊσθέντες δυνάμει· καιρῷ γὰρ ἰδίῳ τὸ παθεῖν ὑπὲρ ἡμῶν ἐχαρίζετο, καὶ δυσωπεῖται μόλις ἡ τῶν Ἰουδαίων ἐπιβουλὴ τοῖς ἄνωθεν εἰργομένη διακωλύμασιν. οὐ γὰρ ἔδει πρόωρον τὴν μιαιφονίαν ἐπιχειρεῖν, περιμένειν δὲ μᾶλλον, καίπερ ὄντας ἀνοσίους, τῆς ἀνοσιότητος τὸν καιρόν. Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι Διατί οὐκ ἠγάγετε αὐτόν; Οὐδὲν ἐξανῦσαι τῶν προστεταγμένων ἰσχύσαντες οἱ πρὸς τὸ θηρᾶσαι τὸν Κύριον ἐσταλμένοι πρὸς τοὺς ἡγουμένους