Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.702
Not analysed yet
ἀνεκομίζοντο. θορυβοῦνται δὲ λίαν πρὸς τὴν ἄφιξιν τῶν ὑπηρετῶν, οὐχ ὁρῶντες ἔχοντας τὸν ζητούμενον. ὃ δὲ ἦν ἐν ὑποψίαις αὐτοῖς, ἤδη δεδρᾶσθαι πιστεύοντες, οὐ μετρίως πλήττονται δείματι. ἐπειδὴ γὰρ διά τε σημείων ὑπερφυῶν καὶ τῆς ἐν λόγοις ὑπερβολῆς ἐθαυμάζετο Χριστὸς, τῷ μὲν συντρόφῳ κατεμαραίνοντο φθόνῳ· ἦσαν δὲ πάλιν οὐκ ἐν ὀλίγῳ τῷ φόβῳ μὴ ἄρα τῶν Ἰουδαίων ὁ δῆμος ἕπεσθαι λοιπὸν ὅτι πρέποι δοκιμάσας αὐτῷ τῆς αὐτῶν ἔξω γένοιτο χειρός. τοῦτο πεπράχθαι νομίσαντες· ἑτοιμότερα γὰρ εἰς τὸ πιστεύεσθαι τὰ ἐν ὑποψίαις ἀεί· σπουδαίως ἀναπυνθάνονται λέγοντες Διατί οὐκ ἠγάγετε αὐτόν; τί γὰρ ὑμᾶς τὸ διακωλύσαν, φασὶ, μὴ εἰς πέρας ἀγαγεῖν τὸ τοῖς κρατοῦσι δοκοῦν; θερμότεροι δέ πως ἐσμὲν πρὸς τὸ πάντα μανθάνειν ἐπείγεσθαι, καὶ τὸ λυποῦν ἔσθ' ὅτε μὴ διακρίνοντες, ἀλλ' ἐκ προαλοῦς ἐπιθυμίας καὶ τῶν ἀπευκτῶν τὴν γνώμην ἁρπάζοντες. Ἀπεκρίθησαν οἱ ὑπηρέται Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. Εὔκαιρον εἰπεῖν ὄντως ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ "Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν." ἰδοὺ γὰρ ἰδοὺ, κατὰ τὸ γεγραμμένον, "βουλὴν πολύπλοκον "ἐξέστησε," καὶ ὅλην ἐξ ἀντιστρόφου τὴν τῶν πραγμάτων ἔδειξε φύσιν, πανταχόθεν τῶν ἡγουμένων τὴν μυσαρότητα καὶ τὴν τῶν τρόπων ἀνοσιότητα διελέγχων ὡς ἀσθενῆ καὶ ῥιψοκίνδυνον, θεομαχεῖν οὐ παραιτουμένους. δεδοικότες γὰρ οἵ τε ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι, μὴ ἄρα τοῖς τοῦ Σωτῆρος ὑποπεισθεῖεν ῥήμασιν οἱ τῶν Ἰουδαίων λαοὶ, συλληψομένους αὐτὸν τοὺς ὑπηρέτας ἐκπέμπουσι, τὸ ἐκ μέσου γενέσθαι Χριστὸν ἀναιρήσειν αὐτοῖς τὴν ἐπ' ἐκείνῳ φροντίδα νομί-