Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.71
Not analysed yet
γίας ὄνομα θερμῶς ἐπιφέρουσι, δοῦλον ἀντ' ἐλευθέρου, καὶ θεραπευτὴν ἢ δεσπότην ὀνειροπολοῦντες τὸν Υἱόν· μανθάνοντες δὲ πάλιν ὅτι χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ἐπὶ τὸ φρονεῖν ἐπ' αὐτῷ μέγα τι καὶ ἀξιάγαστον οὐκ ἀναβαίνουσιν. ὡς γὰρ ἑτέρως οὐ πεφυκότος δημιουργεῖν τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ μὴ διὰ τοῦ ἰδίου γεννήματος, ὅς ἐστιν αὐτὸς σοφία καὶ δύναμις, οὐδὲν ὅλως χωρὶς αὐτοῦ γεγενῆσθαί φησιν ὁ Εὐαγγελιστής· διὰ γὰρ τοῦτο καὶ δόξα τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενής· δοξάζεται γὰρ ὡς δημιουργὸς δι' Υἱοῦ· τὰ πάντα γὰρ ἐνεργῶν, καὶ εἰς τὸ εἶναι τὰ μὴ ὄντα παραφέρων. Νοήσαι δ' ἄν τις καλῶς τό Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, τὸ εἰρημένον ἐπὶ τῇ τοῦ ἀνθρώπου κατασκευῇ, καθ' ἑαυτὸν ἐνθυμούμενος· "Ποιήσωμεν γὰρ ἄνθρωπον, φησὶν, κατ' "εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν." ἔξεστι γὰρ ἐν τούτῳ δὴ μάλιστα καταθεάσασθαι σαφῶς οὐδὲν ἐν Υἱῷ τὸ ταπεινὸν, ὡς ἐν ὑπουργῷ τῷ κατὰ τὸν ἐκείνων λόγον. οὐ γάρ Ποίησον ἄνθρωπον, ἐπιτάττει τῷ Λόγῳ ὁ Θεὸς καὶ Πατὴρ, ἀλλ' ὡς συνόντα κατὰ φύσιν, καὶ ἀδιαστάτως ἐνυπάρχοντα συνεργάτην ὥσπερ, ἐποιεῖτο καὶ τῆς ἐπ' ἀνθρώπῳ βουλήσεως κοινωνὸν, οὐ προλαμβάνων μὲν τὴν ἐν Υἱῷ γνῶσιν ἐν τῷ τι νοεῖν, ὡς δὲ νοῦς ἀδιαστάτως τε καὶ ἀχρόνως τῷ ἐγκεχαραγμένῳ καὶ ἐνυπάρχοντι Λόγῳ φανερούμενος. Ἔστω δὲ πάλιν ὑπὲρ τὴν τοῦ παραδείγματος δύναμιν τὰ θεοπρεπῆ θεωρήματα· συνεργάζεσθαι δέ φαμεν αὐτὸν τῷ Υἱῷ, οὐχ ὡς δύο νοοῦντες διῃρημένως, ἵνα μὴ δύο νοῶνται θεοὶ, οὐδ' ὡς ἓν τὸ συναμφότερον, ἵνα μήτε εἰς Πατέρα Υἱὸς, μήτε μὴν ὁ Πατὴρ εἰς Υἱὸν συστέλληται, ἀλλὰ μᾶλλον ἐκείνως, ὡς ἄν τις δοίη συνεῖναι τῷ ἐκ φωτὸς