Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.72
Not analysed yet
ἀπαυγάσματι, τὸ ἐξ οὗπερ ἐξηστράφθη φῶς· ἐν γὰρ τοῖς τοιούτοις χωρίζεσθαι μέν πως ἐπινοίᾳ δοκεῖ τὸ γεννῶν τοῦ γεννωμένου καὶ προεκκύπτοντος ἀμερίστως· ἓν δέ ἐστι καὶ ταὐτὸν τῇ φύσει τὸ συναμφότερον, καὶ δίχα τοῦ ἑτέρου τὸ ἕτερον οὐδαμῶς· ἔσται δὲ πάλιν καὶ ὑπὲρ τοῦτο Θεὸς, ἅτε δὴ καὶ ὑπερούσιος ὢν, καὶ τὸ ἄκρως προσεοικὸς οὐκ ἔχων ἐν γενητοῖς, ἵνα δὴ καὶ εἰς εἰκόνα λαμβάνηταί τι τῆς ἁγίας Τριάδος, οὐδὲν ἔχουσαν τὸ διαλλάττον, ὡς εἰς δογμάτων ἀκρίβειαν. εἰ δὲ νομίζουσι δύνασθαι τό Δι' οὗ, λεγόμενον ἐφ' Υἱοῦ, καταφέρειν αὐτοῦ τὴν οὐσίαν τῆς πρὸς τὸν Πατέρα ἰσότητός τε καὶ φυσικῆς ὁμοιότητος, ὡς ὑπουργὸν εἶναι μᾶλλον ἢ δημιουργὸν, διασκεπτέσθωσαν οἱ παράφρονες, καὶ εἰς μέσον ἡμῖν ἡκόντων ἀπολογησόμενοι, τί ποτε ἄρα καὶ περὶ αὐτοῦ τοῦ Πατρὸς ἐννοήσομεν, τίνα δὲ εἶναι καὶ αὐτὸν ὑποληψόμεθα, ὅταν φαίνηται δεχόμενος τό Δι' οὗ παρὰ τῇ θείᾳ γραφῇ; "Πιστὸς γάρ ἐστιν, φησὶν, ὁ Θεὸς, δι' οὗ "ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ," καὶ "Παῦλος "ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ·" καὶ πάλιν πρός τινας ὁ Παῦλος ἐπιστέλλει "Ὥστε οὐκέτι εἶ "δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος διὰ Θεοῦ." ταῦτα δὴ σύμπαντα τὴν ἀναφορὰν εἰς τὸ τοῦ Θεοῦ καὶ Πατρὸς ἔχει πρόσωπον, καὶ οὐ δήπου πρὸς τοῦτο μανίας ἐλάσειέ τις, εἰ μὴ τύχοι τοῖς προειρημένοις τὰ ἴσα φρονῶν, ὡς τὸ τῆς ὑπουργίας ὄνομά τε καὶ πρᾶγμα καὶ αὐτῆς κατηγορεῖσθαι τῆς τοῦ Πατρὸς δόξης εὐλόγως εἰπεῖν, ἐπείπερ ἠνέχθη καὶ ἐπ' αὐτοῦ τό Δι' οὗ. ἀδιαφορεῖ γὰρ ἔσθ' ὅτε περὶ τὰς λέξεις ἡ θεία γραφὴ, μηδὲν ἀδικοῦσα τὸ ὑποκείμενον, καταχρηστικώτερον δέ πως ἐπιφέρουσα τοῖς σημαινομένοις τά τε ῥήματα καὶ τὰ δι' ὧν ἂν οἴηται καταδηλοῦσθαι καλῶς. πλὴν ἐκεῖνο συμφέρον ἐπὶ τούτοις εἰπεῖν, ὅτι "Δόξα "Κυρίου κρύπτει λόγον·" ὀλίγη γὰρ πᾶσα λόγων ἰσχὺς, ὡς