Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.714
Not analysed yet
ἔρημον, πρὸς τὴν τῆς ἐπαγγελίας εἰστρέχοντες γῆν, νεφέλη μὲν αὐτοῖς ἐν ἡμέρᾳ τὴν ἡλιακὴν ἀποτινάσσουσα φλόγα κατὰ βούλησιν δηλονότι τὴν θείαν, ὀρόφου δίκην ἐπήρτητο· στύλος δὲ ἡγεῖτο πυρὸς τῆς νυκτὸς μαχόμενος σκότῳ, καὶ ἀπλανεστάτην τοῖς ἰοῦσι χαράττων τὴν ὁδόν. ὡσπεροῦν οἱ κατ' ἐκεῖνο καιροῦ τῷ ἡγουμένῳ καὶ προελαύνοντι κατακολουθοῦντες πυρὶ, τὸ πλανᾶσθαι διέφυγον, καὶ κατευθὺ τῆς εὐθείας καὶ ἁγίας ἐφέροντο γῆς, οὐδὲν ὅλως νυκτὸς ἢ σκότους φροντίζοντες· οὕτως ὁ ἀκολουθῶν ἐμοὶ, τουτέστιν, ὁ κατ' ἴχνη βαίνων τῶν ἐμῶν διδαγμάτων, ἔσται μὲν οὐδαμῶς ἐν σκότῳ, τὸ δὲ φῶς τῆς ζωῆς ἀποκερδανεῖ, τουτέστι, τῶν ἐπ' ἐμοὶ μυστηρίων τὴν ἀποκάλυψιν χειραγωγεῖν αὐτὸν δυναμένην εἰς ζωὴν τὴν αἰώνιον. τεχνίτης δὲ πάλιν εἰς λόγους ὑπάρχων ὁ Κύριος, ἀγριαίνοντας ἤδη τοὺς Φαρισαίους καὶ λελυττηκότας οὐ μικρῶς, προσερεθίζει μὲν οὐδαμῶς διὰ τοῦ γυμνότερον λέγειν ὅτι καὶ μενοῦσιν ἐν σκότῳ καὶ ταῖς ἑαυτῶν ἀπειθείαις ἐντεθνήξονται· τρόπῳ δὲ πάλιν ἑτέρῳ τοῦτο λέγων εὑρίσκεται, μεταστρέψας ἐπὶ τὸ χρηστότερον τοῦ λόγου τὴν δύναμιν. δι' ὧν γὰρ ἐνθάδε τὸν αὐτῷ κατακολουθεῖν ᾑρημένον ἕξειν τὸ φῶς τῆς ζωῆς ἐπαγγέλλεται, διὰ τούτων αὐτῶν ὑποδηλοῖ περιεσταλμένως, ὡς τὸ ἕπεσθαι παραιτούμενοι, καὶ φωτὸς ἕξουσιν ἐρημίαν τοῦ πρὸς ζωὴν αὐτοὺς ἀνακομίζειν ἰσχύοντος. ἢ γὰρ οὐ πᾶσι καταφανὲς, καὶ ἀναμφιλόγως παραδεκτὸν, ὅτι τοῖς τὸ εὐθυμεῖν ἀποφεύγουσι συμβαίνειν ἀνάγκη τὸ ἐναντίον; ἦν οὖν ἄρα τοῦ Σωτῆρος ἡμῶν ὁ λόγος ἀληθὴς, καὶ τὸ διὰ τῆς ἐν αὐτῷ τέχνης οἰκονομηθὲν οὐκ ἀμφίβολον.