Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.713
Not analysed yet
ἄνθρωπός τε ὁρώμενος καὶ μετὰ σαρκὸς, οὐκ ἐν ἐμοί φησι τὸ φῶς, ἀλλ' ἐγώ εἰμι τὸ φῶς, ἵνα μή τις εἰς υἱῶν δυάδα διατέμῃ Χριστὸν μετὰ τὴν διὰ τῆς ἐνανθρωπήσεως οἰκονομίαν· εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς, ὡς ὁ Παῦλός φησι, καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς, καὶ εἷς καὶ μόνος κατὰ ἀλήθειαν Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ ὅτε γέγονεν ἄνθρωπος, οὐκ ἐν μέρει τεθέντος τοῦ ἐκ γυναικὸς ληφθέντος ναοῦ· αὐτοῦ γὰρ ἴδιον τὸ σῶμα, καὶ τὸ διατέμνειν ὅλως μετὰ τὴν σάρκωσιν, κατά γε τὸν τῆς υἱότητος λόγον, δυσφημίας οὐκ ἀμοιρεῖ. πλὴν ἰστέον, ὅτι κἂν σεσαρκῶσθαι λέγωμεν, οὐ μόνῃ σαρκὶ περιβεβλῆσθαί φαμεν τὸν τοῦ Θεοῦ Λόγον, ἀλλ' ἐν τῷ τῆς σαρκὸς ὀνόματι τὸν πάντα δηλοῦμεν ἄνθρωπον. Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. Ὑποπείθει πάλιν αὐτοὺς πανταχόθεν τὸ λυσιτελοῦν θηρᾶσθαι φιλεῖν, καὶ παιδαγωγεῖσθαι μᾶλλον ἐθέλειν τοῖς αὐτοῦ διατάγμασιν, ἤγουν ταῖς σφῶν αὐτῶν ἀμαθίαις ἀκολουθεῖν ἑλομένους, καὶ αὐτῆς τῆς αἰωνίου στερεῖσθαι ζωῆς. ὅσον δὲ πειθηνίοις αὐτῷ γεγονόσι προσέσται τὸ ὠφελοῦν, ὑποδείκνυσιν, ἐπείπερ ἐστὶ κατὰ φύσιν ἀγαθὸς καὶ "πάντας "ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας "ἐλθεῖν." ἐπειδὴ δὲ ᾔδει πάλιν ἀντεροῦντας ὡς Θεὸς, εἰκόνι πραγμάτων ἀρχαιοτέρᾳ συναναπλάττει τὸν λόγον, καὶ ἐκ τῶν τοῖς προγόνοις συμβεβηκότων, ὅτι πρὸς πολλῆς αὐτοῖς ὠφελείας γενήσεται τὸ ἀκολουθεῖν ἐθέλειν αὐτῷ, διαγορεύει σαφῶς. γέγραπται τοίνυν περὶ τῶν ἐξ Ἰσραὴλ, ὅτι "καὶ "ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας, καὶ ὅλην τὴν νύκτα "ἐν φωτισμῷ πυρός." ὅτε γὰρ τὴν πλατεῖαν διεβάδιζον