Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.716
Not analysed yet
τυχὸν ἐπιμαρτυρεῖν ἑαυτῷ τὰ ἐξαίρετα. καὶ γοῦν ὁ σοφώτατος παροιμιαστής "Ἐγκωμιαζέτω σέ φησιν ὁ πέλας καὶ "μὴ τὸ σὸν στόμα, ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη·" πλὴν οὐ πάντως διεψευσμένον ὁρᾶται τὸ ὑπό του τυχὸν περὶ ἑαυτοῦ λελεγμένον. ἡκέτω γάρ τις ἡμῖν τῶν Φαρισαίων εἰς μέσον, εἶτα τί δράσωμεν διδασκέτω τὸν μακάριον Σαμουὴλ ἑαυτῷ μαρτυροῦντα τὰ κάλλιστα. εὑρίσκεται γάρ που τοῖς ἐξ Ἰσραὴλ ἀπολογούμενος καὶ λέγων "Μάρτυς Κύριος ἐν "ὑμῖν καὶ μάρτυς ὁ χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ "ἡμέρᾳ, ὅτι οὐχ εὑρήκατε ἐν ταῖς χερσί μου οὐδέν." ἀλλ' εἴπερ ὁ νόμος ἑαυτῷ μαρτυρεῖν τινα διεκώλυε, πῶς εἰπέ μοι παρ' οὐδὲν αὐτὸν ἐποιήσατο Σαμουὴλ, καίτοι τῆς θείας γραφῆς λεγούσης περὶ αὐτοῦ "Ἅγιος ἦν Μωυσῆς καὶ "Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς "ἐπικαλουμένοις αὐτόν· ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς "ἐπήκουεν αὐτῶν· ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς· "ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα "αὐτοῦ ἃ ἔδωκεν αὐτοῖς." ὁρᾷς ὅτι συνεπλάκη τῷ μακαρίῳ Μωυσεῖ ὡς συντρέχουσαν ἔχων ἐκείνῳ τὴν ἀρετὴν, καὶ ὡς ἀκριβὴς νομοφύλαξ μαρτυρεῖται διὰ τοῦ Πνεύματος; πῶς οὖν παρέβη τὸν νόμον ἑαυτῷ μαρτυρήσας, εἴποι τις ἄν; ἀλλ' οὐ παρέβη· μαρτυρεῖται γὰρ ὡς φυλάσσων, καὶ μεμαρτύρηκεν ἑαυτῷ. νόμος οὖν ἄρα τὸ μαρτυρεῖν ἑαυτῷ τῶν ὄντων οὐδένα κωλύει. τί δὲ πρὸς τούτοις ἐροῦμεν, ὅταν ἴδωμεν λέγοντα τὸν μακάριον Δαυείδ "Κύριε ὁ Θεός μου, εἰ ἐποίησα "τοῦτο, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά;" ἀλλὰ καὶ πρὸς τοῦτό φησιν ὁ μακάριος Ἱερεμίας "Κύριε παντο"κράτωρ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ' "ηὐλαβούμην ἀπὸ προσώπου χειρός σου·" Παῦλος δὲ πάλιν ὁ σοφώτατος, καίτοι "πεπαιδευμένος κατὰ ἀκρίβειαν "τὸν πατρῷον νόμον," καθάπερ οὖν καὶ αὐτός που διε-