Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.717
Not analysed yet
μαρτύρατο "Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα" διαῤῥήδην ἀναβοᾷ. Λεγέτω τοιγαροῦν ἐφ' ἑκάστῳ τούτων ὁ Φαρισαῖος Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθὴς, εἰ καὶ ὅτι μάλιστα τοῖς ἐπιτιμᾶν αὐτῷ μὴ παραιτουμένοις τῷ πάντων Δεσπότῃ, τὸ κατὰ τῶν ἄλλων τὰ χείριστα δρᾶν ἱππηλατῶν. πλὴν ἐκεῖνο λέγομεν ἀναλαβόντες εἰσαῦθις, ὡς οὐκ ἀναγκαία μὲν ἐκ νομικῶν ἐνταλμάτων ἡ τῶν Φαρισαίων ἀντίῤῥησις, ἀπὸ δὲ μόνου πεποιημένη τοῦ κρατοῦντος ἐν συνηθείᾳ, καὶ τοῦ μὴ πρέπειν δοκοῦντος τοῖς ἐπιεικέσι τὸν τρόπον· λοιδορία δὲ μᾶλλόν ἐστιν ἡ ἀντίῤῥησις νομικὴ, ὑποκλέπτουσά πως αὐτοῦ τοὺς ἤδη θαυμάζοντας καὶ ὅτι προσήκει πιστεύειν ἀναπεπεισμένους. διασύρουσι γὰρ ὡς οὐκ ἀληθεύοντα, καὶ τὴν τῶν εἰρημένων ἀρτίως παραφθείροντες πίστιν, οὐδὲ φῶς κατὰ ἀλήθειαν εἶναί φασι, τὸν ἐκ τῆς δυσφημίας ὄλεθρον ταῖς ἑαυτῶν ἐπαντλοῦντες οἱ δειλαιοὶ κεφαλαῖς. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω. Τοῦθ' ὅπερ ἐστὶ κατὰ φύσιν καὶ ἀληθῶς ἑαυτὸν φάσκοντος εἶναι τοῦ Χριστοῦ "Ἐγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου," διαῤῥήδην ἀνεφώνει· διεψεῦσθαι πάλιν αὐτὸν ἡ φιλοκίνδυνος τῶν Φαρισαίων ᾠήθη πληθύς. οὐ γὰρ ᾔδεσαν ἀσυνετοῦντες ἐκτόπως, ὅτι τὴν ἰδίαν τινὲς ὅταν γε ἐκδιηγοῦνται φύσιν, καὶ τὰ οὐσιωδῶς αὐτοῖς ἐνυπάρχοντα λέγουσιν, οὐ φιλοκόμπως αὐτοὺς τοῦτο δρᾶν τὰ εἰκότα φρονοῦντες ὑποτοπήσομεν, ἀλλ' οὐδὲ δόξαν ἐροῦμεν φιλοθηρεῖν τὴν διάκενον, ἐκτρανοῦν δὲ μᾶλλον, ὅπερ εἰσὶν ἀληθῶς. οἷον δὲ δή