Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.718
Not analysed yet
τι πάλιν ἐπὶ τούτῳ φαμὲν, ὅταν ἄγγελος εἴπῃ τὴν ἰδίαν κατασημαίνων φύσιν Ἄγγελός εἰμι· εἰ καὶ ὅταν ἄνθρωπος τοῦθ' ὅπερ ἐστὶν ἐπιδεικνύων λέγει Ἄνθρωπός εἰμι· ἀλλὰ καὶ εἴ τις ἡλίῳ περιθείη φωνὴν, εἶτα κἀκεῖνος τῆς ἑαυτοῦ φύσεως τὸ ἴδιον ἐκδιδάσκων Ἐγὼ, φαίη, τὸν οὐράνιον διαθέων κύκλον, λαμπρὸν ἀφίημι φῶς τοῖς ἐπὶ τῆς γῆς· οὐχ ἑαυτῷ τις αὐτὸν τὰ μὴ προσόντα μαρτυρεῖν, ἀλλ' ὅπερ ὄντως ἐστὶ κατὰ φύσιν, εὐλόγως οἰήσεται. τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, κἂν φῶς ἑαυτὸν εἶναι λέγῃ, τἀληθὲς ἐρεῖ, καὶ οὐδὲν ἧττον ἔξωθεν ἐπικομπάζων ἁλώσεται. οὐ συνέντες τοιγαροῦν τὸν Ἐμμανουὴλ οἱ πολλοὶ συζῶντες ἀπαιδευσίᾳ, φιλοδοξεῖν μὲν αὐτὸν ὑπολαμβάνουσιν, ὡς ἑνὶ δὲ τῶν καθ' ἡμᾶς ἐπιφύονται, καὶ οὐ καταπεφρίκασι λέγοντες "Ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθὴς," τῷ μὴ εἰδότι τὸ ψεύδεσθαι· οὐ γὰρ "εὑρέθη δόλος ἐν τῷ στόματι "αὐτοῦ," καθὰ γέγραπται. ἀλλ' ἔδει πάλιν πολὺ δὴ λίαν τῆς ἀληθείας ἀπεσφαλμένους, καὶ ἀποφοιτῶντας τοῦ πρέποντος λογισμοῦ χειραγωγῆσαι τοὺς πλανωμένους καὶ ἀνεξικάκως ὅτι τοῦ πρέποντος διημαρτήκασιν εἰπεῖν, τῷ ἄνωθεν ὄντι καὶ ἐκ Θεοῦ Πατρὸς γεγεννημένῳ, τὸ καὶ ψεύδεσθαι φιλεῖν ἀνοσίως ἐπιγράφοντες. ἀληθὴς γάρ φησίν ἐστιν ἡ ἐμὴ μαρτυρία κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ. ἀνθρώποις μὲν γὰρ ἐκ φιλαυτίας ἔσθ' ὅτε τὸ θέλειν ἑαυτοῖς ἐπιμαρτυρεῖν τὰ κάλλιστα, κἂν εἰ μὴ τύχοιεν ἔχοντες, ὁρᾶται προσπεφυκός· εὐόλισθος γὰρ εἰς τὸ φαῦλον ἡ φύσις· ἀλλ' οὐκ ἐμοὶ, φησὶ, τὸ δύνασθαι ταὐτὰ πρόσεστι νοσεῖν τοῖς ἀπὸ τῆς γῆς. οἶδα γὰρ πόθεν εἰμί· φῶς ἐκ φωτὸς δηλονότι, καὶ Θεὸς ἀληθινὸς ἐκ Θεοῦ Πατρὸς ἀληθινοῦ ἄβατον ἀσθενείας ἔχων τὴν φύσιν. εἰ γὰρ καὶ ἄνθρωπος γέγονά φησι διὰ τὴν εἰς