Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.722
Not analysed yet
διακεῖσθαι περὶ τῆς δικαιοσύνης τοῦ Πατρὸς, τουτέστι τοῦ Υἱοῦ. οἶδε γὰρ ὁ Πατὴρ τὸ ἴδιον γέννημα, δέδωκεν αὐτῷ τὴν κρίσιν, τὸ δίκαια κρίνειν δύνασθαι καὶ διὰ τοῦ δοῦναι σαφῶς ἐπιμαρτυρῶν. ἔστι τοιγαροῦν προδηλότατον, ὡς οὐκ ἀσθενῶν περὶ τὸ τὰ δίκαια κρίνειν συνδικάσειν ἑαυτῷ τὸν Πατέρα φησὶν, ἀλλ' ὠδίνει τινὰ θεωρίαν τὸ προκείμενον τοῖς ἀνωτέρω συγγενῆ καὶ ἀκόλουθον. τί δὴ οὖν ἄρα βούλεται δηλοῦν, ἐροῦμεν σαφῶς. Ὑμεῖς, φησὶν, ὦ τῶν Ἰουδαίων ἡγεμόνες καὶ διδάσκαλοι, πονηρὰν ἐπ' ἐμοὶ καὶ ἀδικωτάτην ἐποιήσασθε κρίσιν· διὰ γὰρ μόνην τὴν σάρκα τὸ μηδὲν ἡγεῖσθαι δεῖν ὑπολαμβάνετε, καίτοι κατὰ φύσιν ὄντα Θεόν. ἐγὼ δὲ κρίνειν τὰ καθ' ὑμᾶς ἀρξάμενος, οὐ τοιαύτην καθ' ὑμῶν ἐξοίσω τὴν ψῆφον· οὐ γὰρ ἐπείπερ ἐστὲ κατὰ φύσιν ἄνθρωποι, διὰ τοῦτο κολάζεσθαι πρέπειν ὑμᾶς οἰήσομαι δεῖν· ἔχων δὲ μᾶλλον ἐφ' ἅπασι συνθελητὴν καὶ συνδικαστὴν τὸν Πατέρα, κατακρίνω δικαίως ὑμᾶς. καὶ διὰ ποίαν αἰτίαν; οὐ γὰρ ἐδέξασθε τὸν οὐρανόθεν ἥκοντα, καὶ ὡς ὑμᾶς ἐκ Πατρὸς ἀπεσταλμένον ἐξυβρίζοντες οὐ διαλελοίπατε, τὸν ἐπὶ σωτηρίᾳ τῶν ὅλων ἐπιδημήσαντα κατεσμικρύνατέ με διὰ μόνην τὴν σάρκα, μακράν που τὸν ἀεὶ φίλον ὑμῖν ἀπολακτίσαντες νόμον. ποῦ γὰρ εἰπέ μοι Μωυσῆς καταδικάζειν χρῆναι κελεύει τινὸς διὰ τὸ ἄνθρωπον εἶναι τὴν φύσιν; οὐκοῦν ἄδικα μὲν ὑμεῖς καὶ κρίνετε καὶ λογίζεσθε· οὐ γὰρ ἔχετε συνεθελητὴν ἐν τούτοις τὸν νόμον, μόνοι δὲ κατὰ παντὸς τολμᾶτε δεινοῦ, τὰς ἐκ τῶν θείων θελημάτων συμπνοίας οὐκ ἔχοντες· ἐγὼ δὲ οὐχ οὕτως, σύνδρομον γὰρ ὥσπερ καὶ συνευδοκητὴν ἔχων ἐφ' ἅπασι τοῖς καθ' ὑμῶν ἐν ἐμαυτῷ τὸν Πατέρα, κρίνω δικαιότατα παραδιδοὺς εἰς ἐρήμωσιν ὅλην