Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.723
Not analysed yet
ὑμῶν τὴν χώραν, καὶ ταῖς ἐκ πολέμου καταχωννύων συμφοραῖς, ἀλλὰ καὶ αὐτῆς τῆς τῶν οὐρανῶν βασιλείας ἐκπέμπων τοὺς οὕτω λελυττηκότας κατὰ τοῦ σώζειν ἐθέλοντος, καὶ διὰ ταύτην ἀφιγμένου τὴν αἰτίαν ἐν ἀνθρωπίνῳ σχήματι. Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ καὶ ὁ πέμψας με Πατήρ. Συνδικάσειν ἑαυτῷ τὸν Θεὸν καὶ Πατέρα καὶ συγκατακρινεῖν τοὺς εἰς αὐτὸν δυσσεβοῦντας εἰπὼν, δέχεται τὴν τῶν προσώπων δυάδα καὶ πρὸς ἕτερόν τι χρήσιμον. ἐγὼ μὲν γὰρ, φησὶν, ὅπερ εἰμὶ κατὰ φύσιν, τοῦτο καὶ λέγειν οὐ παραιτήσομαι. φῶς μὲν γάρ εἰμι τοῦ κόσμου, καὶ φιλοκομπεῖν μὲν ὅλως οὐκ ἄν τῳ δοκοίην ἐγώ· οὐ γὰρ ἐπ' ὀθνείοις πλεονεκτήμασιν, ἀλλὰ τοῖς ἐμοὶ προσοῦσιν οὐσιωδῶς σεμνύνομαι. πλὴν εἰ ταῦτα λέγων, οὐκ ἀξιόχρεως εἶναι δοκῶ πρὸς τὸ χρῆναι λαβεῖν παρ' ὑμῶν τὴν ἐπ' ἀληθείᾳ σύνεσιν, ἐπείπερ εἰμὶ μόνος, καὶ ἐμαυτῷ μεμαρτύρηκα, παραλήψομαι συνεργοῦντά τε καὶ συμψηφιούμενον τοῖς ἐμοῖς πλεονεκτήμασι τὸν Θεὸν καὶ Πατέρα. συνθαυματουργεῖ γάρ μοι, φησὶν, ὡς ὁρᾶτε, καὶ συνεργάζεται. ὅσον μὲν γὰρ ἧκεν εἰς ἀνθρώπου φύσιν, οὐκ ἄν τι δρῴην ἐγὼ, εἰ τὸ εἶναι Θεὸν κατὰ φύσιν οὐκ ἔχω· ὅσον δὲ εἰς τὸ ὑπάρχειν ἐκ Πατρὸς, ἔχειν τε ἐν ἐμαυτῷ τὸν Πατέρα, καὶ πάντα δύνασθαι κατορθοῦν ὁμολογῶ, καὶ τῇ τοῦ γεννήσαντος μαρτυροῦμαι φύσει· ὡς γὰρ διὰ τὴν ταυτότητα τῆς οὐσίας ἔχων αὐτὸν ἐν ἐμαυτῷ, ἐπὶ τὸ πάντα κατορθοῦν ἀδιακωλύτως ἔρχομαι. ἔχει γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀπὸ μὲν