Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.727
Not analysed yet
περὶ τοῦ κατὰ σάρκα νομισθέντος πατρὸς τὰ τοιαῦτά φασι, ληροῦντες κἀν τούτῳ. εἰκὸς δὲ δή τι καὶ ἕτερον ὑπαινίττεσθαι βαθὺ τῶν Ἰουδαίων τοὺς λόγους. ἐπειδὴ γὰρ ᾤοντο μεμοιχεῦσθαι πρὸ γάμου τὴν ἁγίαν παρθένον, ταύτῃτοι καὶ μάλα πικρῶς ὡς μηδὲ εἰδότι τῷ Χριστῷ τὸν ἐξ οὗπέρ ἐστι διαλοιδοροῦνται λέγοντες Ποῦ ἐστιν ὁ πατήρ σου; ληροῦντες. Ἀπεκρίθη Ἰησοῦς Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ οἴδατε καὶ τὸν Πατέρα μου ἂν εἴδητε. Ἀληθὴς ὁ λόγος, καὶ οὐδαμόθεν ἐπὶ τῷ διεψεῦσθαι κατηγορεῖσθαι δυνάμενος. οἱ γὰρ ὄντως ἐξ Ἰωσὴφ, ἤγουν ἐκ πορνείας, νομίζοντες εἶναι τὸν Χριστὸν καὶ τὸν ἐκ Θεοῦ Πατρὸς ἀγνοήσαντες πεφηνότα Λόγον, πῶς οὐκ εὐλόγως ἀκούσονται τό Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου; εἰ γὰρ ᾔδεσαν τὸν ἐκ Θεοῦ καὶ Πατρὸς πεφηνότα Λόγον, καὶ δι' ἡμᾶς ἐν σαρκὶ γεγονότα κατὰ τὴν θείαν γραφὴν, ἐπέγνωσαν ἂν καὶ τὸν τούτου γεννήτορα. ἀκριβεστάτη γὰρ ἐπίγνωσις τοῦ Πατρὸς δι' Υἱοῦ ταῖς τῶν φιλομαθεστέρων διανοίαις ἐγγίνεται, καθὰ καὶ αὐτός που διεβεβαιώσατο λέγων ὡς πρὸς Θεὸν καὶ Πατέρα "Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς "ἀνθρώποις." καὶ πάλιν "Ἐθαυμαστώθη ἡ γνωσίς σου ἐξ "ἐμοῦ." ἐπειδὴ γὰρ ἐπέγνωμεν τὸν Υἱὸν, ἐπέγνωμεν ἐξ αὐτοῦ τὸν γεννήσαντα. εἰσφέρεται μὲν γὰρ δι' ἀμφοῖν ἡ θατέρου περίνοια, καὶ συνειστρέχει μὲν πάντως ὀνομασθέντι τῷ Πατρὶ καὶ ἡ τοῦ γεννήματος μνήμη· συμβαδίζει δὲ πάλιν τοῦ Υἱοῦ σημασίᾳ τὸ τοῦ γεννήσαντος ὄνομα. διὰ γάρ τοι τοῦτο θύρα τις ὥσπερ ἐστὶ καὶ ὁδὸς, εἰς ἐπίγνωσιν