Ancient Greek
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.726
Not analysed yet
ὅπως λαὸς ὄντως μωρὸς καὶ ἀκάρδιος εὐλόγως ἀποκέκληται· τὸν γὰρ τῆς διανοίας ὀφθαλμὸν οὐδ' ὅσον τῶν ἐπιγείων ἀνακουφίζειν δυνάμενοι, δεικνύουσιν ἀληθὲς τὸ ἐπ' αὐτοῖς εἰρημένον "Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ "βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον·" ζῴων μὲν γὰρ τῶν ἀλόγων συνεκάμφθη τὰ νῶτα, τοῦτο γὰρ παρὰ τῆς φύσεως ἐχόντων τὸ σχῆμα, καὶ ὀρθοτενὲς ἐν αὐτοῖς οὐδέν. ἀλλὰ καὶ τῶν Ἰουδαίων ὁ νοῦς ἀπεκτηνώθη τρόπον τινὰ, καὶ νένευκεν ἀεὶ πρὸς τὸ κάτω, βλέπει δὲ τῶν οὐρανίων οὐδέν. ἢ γὰρ οὐχὶ καὶ ἐξ αὐτοῦ τοῦ πράγματος εἰς τὸν ἐπὶ τοῦτο λόγον ἄριστα παιδαγωγούμενοι φρονοῦμέν τε καὶ λογιζόμεθα περὶ αὐτῶν ἀληθῆ; εἰ γὰρ ὅλως ἐλογίζοντο τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, πῶς ἂν ἐζήτησαν τὸν ἀσώματον ἐν τόπῳ; πῶς δ' ἂν, εἰπέ μοι, περὶ τοῦ τὰ πάντα πληροῦντος Θεοῦ, τό Ποῦ ἐστιν ἀβουλότατα λέγοντες, οὐχ ὅλῃ μάχονται τῇ θείᾳ γραφῇ, καίτοι τὸν περὶ τοῦ Θεοῦ λόγον ὡς ἔνι διεξιὼν ὁ θεσπέσιος μελῳδὸς, καὶ τὸ πάντα δύνασθαι πληροῦν ἀναθεὶς αὐτῷ "Ποῦ πορευθῶ, φησὶν, ἀπὸ "τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; "ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ εἶ ἐκεῖ, ἐὰν καταβῶ εἰς τὸν "ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὄρθρον "καὶ πορευθῶ εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ "χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου." ἀλλὰ καὶ αὐτὸς ἡμῖν ὁ ἐπὶ πάντων Θεὸς, ὅτι μὴ τόπῳ περιγραπτὴν φύσιν ἔχει καθαρῶς ἐπιδεικνὺς, πρὸς αὐτοὺς τοὺς οὕτω φησὶν ἀνοσίους Ἰουδαίους "Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν "γῆν ἐγὼ πληρῶ, λέγει Κύριος· ποῖον οἶκον οἰκοδομήσετέ "μοι; ἢ τίς τόπος τῆς καταπαύσεώς μου; ὁ οὐρανός μοι "θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου." ἔστι τοιγαροῦν διὰ πάντων ὁρᾶν ἀμαθαίνοντας Ἰουδαίους, ὅτε λέγουσι τῷ Σωτῆρι Χριστῷ Ποῦ ἐστιν ὁ Πατήρ σου; εἰ μὴ