Ancient Greek · ~4 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.74
Not analysed yet
ΚΕΦΑΛΗ ϛ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. ἜΤΙ τὰς περὶ τοῦ Θεοῦ Λόγου διαλέξεις ποιεῖται πρὸς ἡμᾶς ὁ μακάριος Εὐαγγελιστής· καί μοι δοκεῖ διὰ πάντων ἰέναι χρησίμως τῶν ὅσαπέρ ἐστι κατὰ φύσιν αὐτῷ, ἵνα καὶ τὰς τῶν ἑτεροδοξούντων δυσωπήσῃ παροινίας, καὶ τοὺς ὀρθῇ διαπρέπειν ἐθέλοντας πίστει, τοῖς εἰς αὐτὴν ὀχυρώσῃ θεωρήμασιν, οὐκ ἐκ λόγων σοφίας κοσμικῆς τὸ ἀπίθανον ἐρανιζομένους, ἀλλ' ἐν ἀποδείξει Πνεύματος τὸ τῆς ἀληθείας ἀποθαυμάζοντας κάλλος. ὅπερ οὖν βούλεται καὶ διὰ τοῦ προκειμένου διδάσκειν, ἐκεῖνό ἐστι. ποιητὴν ἡμῖν ἀρτίως καὶ κατὰ φύσιν ὄντα δημιουργὸν ἀπέδειξε τὸν Υἱὸν, πάντα δι' αὐτοῦ γεγενῆσθαι λέγων, καὶ χωρὶς αὐτοῦ μηδὲ ἓν κεκλῆσθαι πρὸς γένεσιν. ἐπειδὴ δὲ οὐ μόνον τῇ κτίσει τὸ πρὸς τὸ εἶναι κεκλῆσθαι χαρίζεται, συνέχει δὲ καὶ γεγενημένην δι' ἑαυτοῦ, τοῖς τὸ ἀϊδίως εἶναι κατὰ φύσιν ἰδίαν οὐκ ἔχουσιν ἑαυτὸν οἱονείπως ἐγκαταμιγνὺς, καὶ ζωὴ τοῖς οὖσι γινόμενος, ἵνα μένῃ γεγονότα, καὶ σώζηται κατὰ τὸν οἰκεῖον ἕκαστον τῆς φύσεως ὅρον, ἀναγκαίως φησίν Ὃ γέγονεν, ἐν