Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.75
Not analysed yet
αὐτῷ ζωὴ ἦν· οὐ μόνον, φησὶ, δι' αὐτοῦ τὰ πάντα ἐγένετο, ἀλλὰ καὶ εἴτι γέγονεν, ἦν ἐν αὐτῷ ἡ ζωὴ, τουτέστιν, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἡ πάντων ἀρχὴ καὶ σύστασις, ὁρατῶν τε καὶ ἀοράτων, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. αὐτὸς γὰρ ὑπάρχων ἡ κατὰ φύσιν ζωὴ, τὸ εἶναι καὶ ζῆν καὶ κινεῖσθαι πολυτρόπως τοῖς οὖσι χαρίζεται, οὐ κατὰ μερισμόν τινα καὶ ἀλλοίωσιν εἰς ἕκαστα τῶν τῇ φύσει διεστηκότων χωρῶν· ἀλλ' ἡ μὲν κτίσις, ὡς πρὸς ἑαυτὴν, ἀφάτῳ δυνάμει καὶ σοφίᾳ τοῦ Δημιουργοῦ ποικίλλεται· μία δὲ ἡ πάντων ζωὴ χωροῦσα πρὸς ἕκαστον, ὡς ἂν αὐτῷ πρέπῃ, καὶ δυνήται μετασχεῖν. ἐπειδὴ δὲ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθὲν ἀνάγκη καὶ φθείρεσθαι, καὶ τὸ ἀρχὴν ὅλως ἔχον εἰς τέλος ἐπείγεται· μόνῃ γὰρ τῇ θείᾳ καὶ τὰ πάντα ὑπερκειμένῃ φύσει, τὸ μήτε ἀπὸ ἀρχῆς ἦρχθαί τινος, καὶ ἀτελευτήτως εἶναι πρέπει· σοφίζεται τρόπον τινὰ τὴν ἐν τοῖς πεποιημένοις ἀσθένειαν ὁ Δημιουργὸς, καὶ μηχανᾶταί πως ἐκ τέχνης αὐτοῖς τὸ ἀΐδιον. αἱ γὰρ εἰς ἕκαστον ἀεὶ τῶν ὁμοίων διαδοχαὶ, καὶ τῶν ὁμογενῶν ἢ ὁμοειδῶν αἱ εἰς ἄλληλα μεταβάσεις φυσικαὶ πρὸς τὸν ἐφεξῆς ἀεὶ βλέπουσαι δρόμον, ἀειφανῆ μὲν τὴν κτίσιν ἐργάζονται, ἀεισύστατον δὲ τῷ πεποιηκότι τηροῦσι Θεῷ. καὶ τοῦτο ἄρα ἐστὶ τὸ τῶν ὄντων ἕκαστον ἐν ἑαυτῷ σπείρειν σπέρμα κατὰ γένος καὶ καθ' ὁμοίωσιν, κατὰ τὴν ἄφατον τοῦ δημιουργοῦντος ἀπόφασιν. ἦν οὖν ἐν ἅπασιν ἡ ζωὴ, τοῦτο γὰρ τὸ προκείμενον. Ἀλλ' ὦ βέλτιστε· πάλιν ἐρεῖ τις εὐλόγως πρὸς τὸν τῇ ἀληθείᾳ μαχόμενον αἱρετικόν· τί καὶ πρὸς τοῦτο ἐρεῖς, ὅταν ἀκούσῃς τοῦ πνευματοφόρου λέγοντος, ὡς ἐν πᾶσι τοῖς γεγενημένοις ἦν ἡ ζωὴ, τουτέστιν, ὁ Λόγος ὁ ὢν ἐν ἀρχῇ; ἆρα καὶ νῦν ἀποτολμήσεις εἰπεῖν, ὡς οὐκ ἔστιν ἐκ τῆς τοῦ