Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.84
Not analysed yet
Θεός· ἀλλὰ τοῦτο ἄτοπον· οὐκ ἄρα γενητὸς ὁ Υἱὸς, Θεὸς δὲ μᾶλλον, καὶ διὰ τοῦτο φῶς κατὰ φύσιν, ὡς ὁ Πατήρ. Ἄλλο ἐκ τοῦ αὐτοῦ. Εἰ φῶς τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὁ Υἱὸς, κατὰ τό "Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς," καὶ "Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου," γενητός ἐστι καὶ εἰς ὑπόστασιν ἐνεχθεὶς, οὐδὲν ἔτι διακωλύσει, κατὰ τὴν ἴσην ἀναλογίαν, φῶς καλεῖσθαι τοῦ Θεοῦ καὶ Πατρὸς πάντα τὰ γενητά. εἰ γὰρ ὅλως ἐπιδέχεται τοῦτο τῶν πεποιημένων ἡ φύσις, ἔσται τοῖς πᾶσι δυνάμει κοινὸν, καὶ οὐχ ἑνὸς ἴδιον τοῦ Υἱοῦ· ἀλλὰ τοῦτο ἄτοπον· μόνῳ γὰρ ἁρμόσει τῷ Υἱῷ τὸ καλεῖσθαί τε καὶ εἶναι φῶς τοῦ Θεοῦ καὶ Πατρός. οὐκ ἄρα ἐστὶ γενητὸς, ἀλλὰ φῶς, ὡς Θεὸς ἐκ Θεοῦ φωτίζοντος δι' αὐτοῦ τὰ φωτὸς δεόμενα. Ἄλλο. Εἰ φῶς κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς οὐκ ἐκ τῆς οὐσίας ἐστὶ τοῦ Πατρὸς, ἀλλ' ἔξωθεν ὑπέστη κατὰ τὸν ἀπαίδευτον τῶν θεομάχων λόγον· ὁμοφυὴς ἄρα ἐστὶ τοῖς πεποιημένοις καὶ ἀδελφὸς, ἅτε δὴ τῆς θείας ἐκπίπτων οὐσίας· πῶς οὖν ἄρα φῶς μὲν αὐτὸς καλεῖται καὶ ἔστι· περὶ δὲ τοῦ ἁγίου λέγεται βαπτιστοῦ "Οὐκ ἦν ἐκεῖνος τὸ φῶς;" καίτοι δυνάμει φῶς ὁ μακάριος βαπτιστὴς, καὶ οὐ μόνος αὐτὸς, εἴπερ ὅλως ἐνεχώρει γενητὸν ὄντα τὸν Υἱὸν φῶς εἶναι δύνασθαι κατὰ φύσιν. τὸ γὰρ ἐν τῇ φύσει κείμενον ἅπαξ, κοινὸν δήπου παντί τῳ γένοιτ' ἂν τῷ ταύτης μετεσχηκότι, κατά γε τὸν τῆς ἀκολουθίας λόγον. ἀλλὰ μὴν Ἰωάννης οὐ φῶς, φῶς δὲ ὁ Υἱός· ὡς ἕτερος ἄρα κατὰ φύσιν, καὶ οὐχὶ τοῖς γεγονόσιν ὁμοφυής. Ἄλλο ἐκ τοῦ αὐτοῦ. Εἰ φῶς κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς γενητός ἐστι καὶ πεποιημένος, ἅτε δὴ τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἔχων, κατὰ τὴν τινῶν ὑπόνοιαν, ἐπιδέξεται τῶν γενητῶν ἡ φύσις τὸ εἶναί τε καὶ καλεῖσθαι