Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.83
Not analysed yet
Ἀποδείξεις διὰ συλλογισμῶν, ὅτι κατὰ φύσιν ἕτερος ὁ φωτίζων Υἱὸς παρὰ τὴν φωτιζομένην κτίσιν. Εἰ ἐν τοῖς λεγομένοις ὁ Λόγος ἦν ὡς φῶς κατὰ φύσιν διὰ μετοχῆς τοῖς οὖσιν ἑαυτὸν ἀναμιγνὺς, ἕτερος ἄρα ἐστὶ τῶν ἐν οἷς εἶναι πιστεύεται. ὁ δὲ τὴν φύσιν ἕτερος ὢν, ἢ ὅπερ ἐστὶν ἡ μετέχουσα αὐτοῦ καὶ φωτιζομένη κτίσις, πῶς οὐκ ἂν εἴη λοιπὸν ὁ ὑπὲρ πάντα Θεός; Ἄλλο. Εἰ φῶς κατὰ φύσιν ὄντα τὸν Υἱὸν ἐν τοῖς γενητοῖς ὡς γενητὸν ὁ θεομάχος εἶναί φησι, τὰ φωτὸς δεδεημένα φωτίζοντα· πρῶτον μὲν αὐτὸς ὑπάρχων ἐν ἑαυτῷ νοηθήσεται, εἶτα πρὸς τούτῳ, καὶ αὐτὸς ἑαυτοῦ μέτοχος ἔσται, καὶ φῶς, εἴπερ ὢν ἐν τοῖς γενητοῖς, εἷς καὶ ὁ αὐτὸς ἐξ αὐτῶν ὑπάρχειν ὑποληφθήσεται. ἀλλ' ὁρᾷ που πάντως ὁ πεπαιδευμένος "τὴν καρδίαν ἐν σοφίᾳ," καθὰ γέγραπται, ὅσην ἔχει τὴν ἀτοπίαν τὸ οὕτω νοεῖν. οὐκοῦν εἰ μεθεκτῶς ἐν τοῖς γενητοῖς ἐστιν ὁ φωτίζων αὐτὰ Λόγος, οὐκ ἐν τοῖς μετέχουσι καὶ φωτιζομένοις ἔσται καὶ αὐτὸς, ἀλλ' ἕτερος δηλονότι παρ' ἐκεῖνα. εἰ δὲ τοῦτο, οὐκ ἄρα γενητὸς, ἀλλ' ὡς φῶς κατὰ φύσιν, καὶ Θεὸς ἐν τοῖς φωτὸς δεομένοις. Ἄλλο. Εἰ μὴ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, ἔξωθεν δὲ αὐτὸν κατ' ἐκείνους ὑπέστησε, γενητὸς ἄρα ἐστὶ καὶ πεποιημένος· πῶς οὖν ἐν τοῖς γεγονόσιν ἐστὶ φωτίζων αὐτά; τί δὲ τὸ ἐξαίρετον ἐν τῇ θείᾳ φύσει λοιπὸν εὑρήσομεν; ἢ πῶς ὁ σοφώτατος ψαλμῳδὸς, ὡς ἀξιάγαστόν τι φησὶν ἐπὶ τοῦ κατὰ φύσιν ὄντος Θεοῦ "Ἐν τῷ φωτί σου "ὀψόμεθα φῶς;" εἰ γὰρ γενητὸς ὑπάρχων ὁ Υἱὸς φωτίζει τὰ πάντα, ἑαυτὴν ἡ κτίσις φωτιεῖ, χρῄζουσα μηδαμῶς πρὸς τοῦτο τοῦ ποιήσαντος Θεοῦ. οὐδὲν οὖν ἄρα τὸ πλέον ἐν Θεῷ παρὰ τὴν κτίσιν, ἐνεργεῖ δὲ οὐχ ἧττον ἢ ὡς ἂν δύνηται