Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.86
Not analysed yet
ἔχοντα καὶ αὐτὰ τὸ εἶναι τὸ φῶς, ὥσπερ οὖν ἀμέλει καὶ ὁ Υἱὸς εἶναι ἐν ἑαυτοῖς; ἀλλὰ χρῄζει τοῦ φωτίζοντος ἡ κτίσις, οἴκοθεν οὐκ ἔχουσα τοῦτο. Θεὸς ἄρα κατὰ φύσιν ὁ Υἱὸς, καὶ διὰ τοῦτο φῶς, ὡς τὰ φωτὸς δεόμενα φωτίζειν δυνάμενος. Ἄλλο. Φῶς κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, ἢ ἕτερός ἐστι παρὰ τὴν κτίσιν, δῆλον δὲ ὅτι κατὰ τὸν τοῦ πῶς εἶναι λόγον, ἢ ὁμοφυὴς αὐτῇ. εἰ μὲν οὖν ὁμογενής ἐστι καὶ ὁμοούσιος, μάτην, ὡς ἔοικεν, ἡμῖν ἐπεφοίτησε λέγων "Ἐγὼ "φῶς εἰς τὸν κόσμον ἐλήλυθα·" ἔχει γὰρ ἡ κτίσις οἴκοθεν τὸ φῶς εἶναι καὶ αὐτή· φῶς δὲ φωτὸς ἀμέτοχον, ἵνα νοῆται φῶς· εἰ δὲ οὐκ ἔστιν ὁμοφυὴς, δεῖται δὲ φωτὸς ἡ κτίσις ἀκούσασα "Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες," ἀναγκαίως ἤδη τὸ εἶναι γενητὸς ὁ Υἱὸς διαφεύξεται, συνεξέλκων ἑαυτῷ τῆς κτίσεως τὸ ἴδιον ἀγαθόν· οὐ γὰρ ἡ κτίσις ἔσται κατὰ φύσιν τὸ φῶς, φωτὸς δὲ μᾶλλον δεομένη καὶ μέτοχος. Ἄλλο. Εἰ οὐδὲν ἑαυτοῦ μέτοχον, μετέχει δὲ ἡ κτίσις ὡς φωτὸς τοῦ Υἱοῦ· οὐκ ἄρα κτίσις αὐτὸς, ἀλλ' οὐδὲ ἡ κτίσις τὸ φῶς, ὅπερ ἐστὶν ὁ Υἱός. Ἄλλο. Εἰ τὸ φωτίζειν ἕτερον, ἕτερον δέ ἐστι τὸ φωτίζεσθαι, ὡς ἐνέργεια καὶ πάθος, καὶ φωτίζει μὲν ὁ Υἱὸς, φωτίζεται δὲ ἡ κτίσις· οὐκ ἄρα ταὐτὸν Υἱὸς καὶ κτίσις, ἐπεὶ μηδὲ τὸ ἐνεργοῦν τῷ ἐνεργουμένῳ. Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἀναγκαίως ἡμῖν ὁ σοφώτατος Εὐαγγελιστὴς, τὴν ἐν τοῖς προλαβοῦσι θεωρίαν ἐκπλατύνειν καὶ διὰ τῶν προκειμένων ἐπείγεται. οὐ γὰρ δήπου τοῖς ἀκροωμένοις ἀποχρήσειν