Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.87
Not analysed yet
ἐνόμιζεν εἰς τὸ δύνασθαι νοεῖν ἀπλανῶς περὶ τοῦ Θεοῦ Λόγου, ὅτιπερ ὄντως ἐστὶ τὸ φῶς τῶν ἀνθρώπων αὐτὸς, διὰ τοῦ φάναι μόνον "Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀν"θρώπων·" ἦν γὰρ δὴ καὶ εἰκὸς, ἀναδειχθήσεσθαί τινας ἀβασανίστως τῶν λαλουμένων ἀκούοντας· καὶ δὴ καὶ πρεσβεύειν ἢ καὶ ἑτέρους διδάσκειν ἐπιχειρεῖν, ὅτι φῶς μέν ἐστιν ὄντως ὁ τοῦ Θεοῦ Λόγος, πλὴν οὐ πᾶσι φωτὸς χορηγὸς, ἀλλ' οἷς ἂν αὐτὸς βούληται τὸ τῆς συνέσεως ἐνίησι φῶς, δοκιμάζων τὸν ὀφείλοντα λαβεῖν καὶ τῆς οὕτω λαμπρᾶς ἄξιον ὄντα δωρεᾶς· ἡ δέ γε τῶν ἄλλων λογικῶν κτισμάτων φύσις, ἢ ἐξ οἰκείων ὥσπερ σπερμάτων, τὴν ἐπὶ τῷ δύνασθαι φρονεῖν ἐρανίζεται δύναμιν, ἢ ἐντίθησιν αὐτῇ νοῦν καὶ σύνεσιν ὁ Θεὸς καὶ Πατὴρ, ὡς οὐκ ἐξισχύοντος τοῦτο δρᾶν τοῦ Υἱοῦ. ἵνα τοίνυν φαίνηται σαφῶς αὐτὸς ὁ Θεὸς Λόγος, ὃς ἦν ἐν Θεῷ καὶ Πατρὶ, καὶ ζωὴ καὶ φῶς, οὐ τινῶν μὲν ὢν ἀνὰ μέρος, ἑτέρων δὲ οὐκέτι, ἀλλὰ κατά τινα μετουσίας ἄῤῥητον τρόπον, ὡς σοφία καὶ σύνεσις· ὅπερ ἐστὶν ἐν τοῖς λογικοῖς τὸ καλούμενον φῶς· ἑαυτὸν ὅλοις τοῖς οὖσι καταμιγνὺς, ἵνα λογικεύηται τὰ λογικὰ, καὶ φρόνησιν ἔχῃ τὰ φρονήσεως δεκτικὰ, οὐκ ἂν ἑτέρως εἶναι τοῦτο δυνηθέντα ποτὲ, ἀναγκαίως φησὶν ὅτι Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. μόνον γὰρ οὐχὶ τοιοῦτόν τι τοῖς ἀκροωμένοις ἐκ πολλῆς ἀκριβείας ἀναβοᾷ Ἔφην, ὦ οὗτοι, καίτοι σφόδρα διδάσκων τὰ ἀληθῆ, τὴν ζωὴν εἶναι τῶν ἀνθρώπων τὸ φῶς, οὐχ ἵνα νοῇ τις ἔν γε τοῖς παροῦσι μάλιστα λόγοις, ἐξ ἑτέρου πολιτείας κομίζεσθαι γέρας τὸν παρ' αὐτοῦ φωτισμὸν, τοὺς ὅσοιπερ ἂν φαίνοντ' ἂν δίκαιοί τε καὶ ἀγαθοί· ἀλλ' ἵνα μανθάνητε πάλιν, ὅτιπερ ὃν τρόπον ἐστὶν ἐν πᾶσι τοῖς γεγονόσιν ὁ Λόγος ζωὴ, ζωογονῶν δηλονότι τὰ ζωῆς δεκτικά· οὕτως ἐστὶν ἐν αὐτοῖς καὶ φῶς, τὰ