Ancient Greek · ~4 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.96
Not analysed yet
ΚΕΦΑΛΗ Η. Ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ φῶς ἐστιν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος, ὡς γενητή. Ἦν τὸ φῶς τὸ ἀληθινόν. ΕΠΕΞΕΡΓΑΖΕΤΑΙ πάλιν χρησίμως τὸ εἰρημένον ὁ θεσπέσιος Εὐαγγελιστὴς, καὶ ἀποδιορίζει σαφῶς τὸ κατὰ ἀλήθειαν φῶς, τουτέστι τὸν Μονογενῆ, τῶν μὴ οὕτως ἐχόντων, τουτέστι τῶν γενητῶν· ἀποδιίστησιν ἐναργῶς τὸ φύσει τῶν κατὰ χάριν, τῶν ἐν μεθέξει τὸ μετεχόμενον, τῶν ἐν χορηγίᾳ τὸ τοῖς δεομένοις ἑαυτὸ χορηγοῦν. καὶ εἰ φῶς ἐστιν ἀληθινὸν ὁ Υἱὸς, οὐδὲν ἄρα παρ' αὐτὸν κατ' ἀλήθειαν φῶς, οὐδὲ οἴκοθεν ἔχει δυνάμει τὸ εἶναι καὶ καλεῖσθαι φῶς· ἀλλ' οὐδὲ φύσεως τῆς ἰδίας ἐκδώσει καρπὸν τὰ γενητὰ τὸ δηλούμενον, ὥσπερ δὲ ἐξ οὐκ ὄντων ἐστὶν, οὕτως ἐκ τοῦ μὴ εἶναι φῶς, ἐπὶ τὸ εἶναι φῶς ἀναβήσεται, τοῦ φωτὸς τοῦ ἀληθινοῦ δεξάμενα τὴν αὐγὴν, καὶ τῇ μεθέξει τῆς θείας καταλαμπρυνόμενα φύσεως, πρὸς τὴν ἐκείνης μίμησιν, χρηματιεῖ τε ἅμα καὶ ἔσται φῶς. καὶ ὁ μὲν τοῦ Θεοῦ Λόγος οὐσιωδῶς ἐστι φῶς, οὐ μεθέξει τῇ κατὰ χάριν τοῦτο ὑπάρχων, οὐδὲ συμβεβηκὸς ἔχων ἐν ἑαυτῷ τὸ ἀξίωμα, ἀλλ' οὐδὲ ἐπείσακτον, ὡς χάριν, ἀλλὰ φύσεως ἀπαραποιήτου καρπὸν