Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.95
Not analysed yet
δικαιοσύνην, ὡς αὐτὸν ἀπομιμήσασθαι τὸν Χριστὸν, διά τε τὸ ἐξαίρετον τῆς εὐλαβείας κάλλος, αὐτὸ δὴ λοιπὸν ὑπάρχειν ὑπονοεῖσθαι τὸ φῶς; οὐκ ἦν οὖν φησιν ἐκεῖνος τὸ φῶς ἀλλ' εἰς μαρτυρίαν τὴν περὶ τοῦ φωτὸς ἀπεσταλμένος. τὸ φῶς δὲ λέγων, μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, ἓν αὐτὸ δεικνύει σαφῶς· ἔχει γὰρ οὕτω κατὰ ἀλήθειαν. ὅτι μὲν γὰρ φῶς ἂν καλοῖτο δικαίως καὶ ὁ μακάριος βαπτιστὴς, ἢ καὶ ἕκαστος τῶν ἄλλων ἁγίων, οὐκ ἀρνησόμεθα, διὰ τὸ ἐπ' αὐτοῖς παρὰ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον "Ὑμεῖς ἐστε τὸ φῶς τοῦ "κόσμου." εἴρηται δὲ πάλιν περὶ τοῦ ἁγίου Βαπτιστοῦ "Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου." καὶ "Ἐκεῖνος ἦν ὁ "λύχνος ὁ καιόμενος καὶ φαίνων· ὑμεῖς δὲ ἠθελήσατε πρὸς "ὥραν ἀγαλλιαθῆναι ἐν τῷ φωτὶ αὐτοῦ." ἀλλ' εἰ καὶ φῶς οἱ ἅγιοι, καὶ λύχνος ὁ βαπτιστὴς, τὴν ἐπ' αὐτοῖς οὐκ ἀγνοήσομεν χάριν, καὶ τὴν ἀπὸ τοῦ φωτὸς χορηγίαν. οὔτε γὰρ ἴδιον ἐν τῷ λύχνῳ τὸ φῶς, οὔτε μὴν ἐν τοῖς ἁγίοις ὁ φωτισμὸς, ἀλλὰ τῇ τῆς ἀληθείας ἐλλάμψει φαιδροὶ καὶ διαφανεῖς ἀνεδείκνυντο, καὶ "φωστῆρές εἰσιν ἐν κόσμῳ λόγον "ζωῆς ἐπέχοντες." καὶ τίς ἡ ζωὴ, ἧς "τὸν λόγον ἐπέχοντες" ἐχρημάτιζον φῶς, ἢ πάντως αὐτὸς ὁ Μονογενὴς, ὁ λέγων Ἐγώ εἰμι ἡ ζωή; οὐκοῦν, ἓν μὲν ὄντως ἐστὶ τὸ κατὰ ἀλήθειαν φῶς, φωτίζον, οὐ φωτιζόμενον· τῇ δὲ τοῦ ἑνὸς μετοχῇ, πᾶν εἴ τι λέγεται φῶς, κατὰ μίμησιν τὴν ὡς πρὸς ἐκεῖνον νοηθήσεται.