Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.98
Not analysed yet
ποίαν αἰτίαν ἐπὶ μόνου τέθειται τοῦτο τοῦ Υἱοῦ; χρῆν γὰρ δήπου κατά γε τὸν τῆς ἰσότητος λόγον, καὶ τοῖς πεποιημένοις ἐπιφημίζεσθαι τὸ ἀληθινὸν εἶναι φῶς. ἀλλ' οὐδενὶ μὲν ἁρμόσει τῶν γενητῶν, κατηγορεῖται δὲ μόνης τῆς οὐσίας τοῦ Υἱοῦ. κυρίως ἄρα καὶ ἀληθῶς κείσεται μὲν ἐπ' αὐτοῦ, ἐπὶ δὲ τῶν ποιημάτων οὐκέτι. πῶς οὖν ἔτι τῇ κτίσει συμφυὴς, καὶ οὐχὶ μᾶλλον τῶν ὑπὲρ τὴν κτίσιν, ὡς ὑπὲρ αὐτὴν ὑπάρχων μετὰ Πατρός; Ἄλλο. Εἰ φωτὶ τῷ κατὰ ἀλήθειαν οὐ ταὐτόν ἐστι τὸ μὴ κατὰ ἀλήθειαν φῶς· ἔχει γάρ τι τὸ ἑτεροῖον ἡ ἑκατέρου δήλωσις· φῶς δὲ ἀληθινὸν ὁ Υἱὸς κατωνόμασται, καὶ τοῦτό ἐστι κατὰ φύσιν· οὐκ ἄρα ἡ κτίσις ἀληθινὸν ἔσται φῶς. οὐκοῦν οὐδὲ ἀλλήλοις ὁμοφυῆ τὰ οὕτως ἐξηλλαγμένα. Ἄλλο. Εἰ μὴ μόνος ὁ Μονογενὴς τὸ φῶς ἐστι τὸ ἀληθινὸν, ἔχει δὲ καὶ ἡ κτίσις τὸ εἶναι φῶς ἀληθινὸν, διὰ ποίαν αἰτίαν αὐτὸς "φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν "κόσμον;" ἐχούσης γὰρ οἴκοθεν τοῦτο καὶ τῆς γενητῆς οὐσίας, περιττὸν ἦν ἔτι τὸ φωτίζεσθαι δι' Υἱοῦ· ἀλλὰ μὴν φωτίζει μὲν αὐτὸς, μέτοχοι δὲ αὐτοῦ πάντες ἡμεῖς· οὐκ ἄρα ταὐτὸν εἰς οὐσίας ποιότητα Υἱὸς καὶ κτίσις· ὥσπερ οὖν οὐδὲ τῷ μετέχοντι τὸ μετεχόμενον. Ἄλλο. Εἰ μὴ μόνῳ πρόσεστι κατὰ φύσιν τῷ Υἱῷ τὸ ὑπάρχειν φῶς ἀληθινὸν, ἔχει δὲ αὐτὸ καὶ ἡ κτίσις, περιττὸς, ὡς οἶμαι, φανεῖται πρός τινας λέγων ὁ ψαλμῳδός "Προς"έλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε·" τὸ γὰρ ὅλως κατ' ἀλήθειαν φῶς, οὐκ ἂν γένοιτο μεθέξει τῇ πρὸς ἕτερόν τινα φῶς, ἀλλ' οὐδὲ ἐλλάμψει τῇ παρ' ἑτέρου φαιδρυνθήσεται, τελείαν δὲ μᾶλλον ἀπὸ τῆς ἰδίας φύσεως τὴν καθαρότητα χορηγηθήσεται· ἀλλ' ὁρῶμεν ὅτι φωτὸς ἐπιδεὴς ὁ ἄνθρωπος, κτιστῆς ὑπάρχων φύσεως· καὶ ἀληθεύει βοῶν ὁ ψαλμῳδὸς,