Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.99
Not analysed yet
ὡς πρὸς τὸν τοῦ Θεοῦ Λόγον "Ὅτι σὺ φωτιεῖς λύχνον μου "Κύριε, ὁ Θεός μου φωτιεῖς τὸ σκότος μου·" οὐκ ἄρα φῶς κατὰ ἀλήθειαν ἡμεῖς, μέτοχοι δὲ μᾶλλον τοῦ φωτίζοντος Λόγου, καὶ ἀλλότριοι κατὰ φύσιν τοῦ φωτὸς τοῦ ἀληθινοῦ, ὅπερ ἐστὶν ὁ Υἱός. Ἄλλο ἐκ τοῦ αὐτοῦ. Εἰ λύχνος ὁ ἀνθρώπινος κατωνόμασται νοῦς, κατὰ τὸ ἐν ψαλμοῖς ᾀδόμενον "Ὅτι σὺ "φωτιεῖς λύχνον μου Κύριε," πῶς ἐσόμεθα κατὰ ἀλήθειαν φῶς; ἐπείσακτον γὰρ καὶ δοτὸν τῷ λύχνῳ τὸ φῶς. καὶ εἰ τὸ σκότος τὸ ἐν ἡμῖν φωτίζει μόνος ὁ Μονογενὴς, πῶς οὐχὶ μᾶλλον αὐτὸς κατὰ ἀλήθειαν φῶς, ἡμεῖς δὲ οὐκέτι; εἰ δὲ τοῦτο ἀληθὲς, πῶς ἂν εἴη λοιπὸν ὁμοφυὴς τῇ κτίσει, τοσοῦτον αὐτῆς ὑπερκείμενος; Ἄλλο. Εἰ προσεῖναι δύναται τῇ κτίσει τὸ εἶναι φῶς ἀληθινὸν, ὥσπερ οὖν ἀμέλει καὶ τῷ Υἱῷ, ἔσται δηλονότι φῶς ἀληθινὸν ὁ ἄνθρωπος, μέρος ὑπάρχων αὐτῆς. τίσιν οὖν ἄρα διὰ τῶν ἁγίων προφητῶν ὁ Θεὸς καὶ Πατὴρ ἐπηγγέλλετο, λέγων "Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου "ἥλιος δικαιοσύνης;" τί γὰρ ἂν ὅλως ἡλίου τοῦ καταυγάζοντος τὸ κατ' ἀλήθειαν ἐδεήθη φῶς; ἀλλὰ μὴν ὡς ἐν χρείᾳ καθεστηκόσιν ὁ Θεὸς καὶ Πατὴρ ἐπηγγέλλετο δώσειν αὐτὸν, καὶ λαβόντες πεφωτίσμεθα. ἕτερος ἄρα πρός τε ἡμᾶς καὶ τὴν κτίσιν, ὅσον εἰς ταυτότητα φυσικὴν, ὁ Μονογενὴς, φῶς ὑπάρχων ἀληθινὸν, καὶ φωτίζειν πεφυκὸς τὰ φωτὸς δεόμενα. Ἄλλο. Εἰ μὴ μόνος ὁ Υἱὸς φῶς ἐστιν ἀληθινὸν, ἔχει δὲ αὐτὸ καὶ ἡ κτίσις, ἔσται δηλονότι καὶ ἐν ἡμῖν. ποῖος οὖν ἄρα τοὺς ἁγίους ἀνέπεισε λόγος πρὸς Θεὸν ἀναβοᾶν "Ἐξαπόστειλον "τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου;" τί δὲ ἡμᾶς ἐντεῦθεν ὠφελήσειν οἰόμενοι τὰς τοιαύτας πολλάκις ἠφίεσαν, εἰπέ μοι, φωνάς; εἰ μὲν γὰρ ᾔδεσαν ἐν χρείᾳ φωτὸς ὑπάρχειν τὸν ἄνθρωπον, καὶ τῆς παρ' ἑτέρου προσθήκης ἐπιδεᾶ, πῶς ἐρεῖ τις ἀληθεύων, ὅτι φῶς ὑπάρχει καὶ αὐτὸς ἀληθινόν; εἰ δὲ οὐκ