Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.103
Not analysed yet
τὸ παρὸν, καὶ οὕτως ἐλέγχεσθαι δεδιὼς τοῦτο δρᾶν, διενοήθημεν δέ τι τοιοῦτον, ὅτι τὴν τῶν Ἰουδαίων ἁμαρτίαν δυσωπεῖν ὅτι μάλιστα διὰ σπουδῆς ἔχων ἀεὶ, οὐκ ἂν διὰ τούτου παραθήγειν ἠνέσχετο πρὸς τὸ πάλιν ἐκεῖνα κατηγορεῖν, ἃ δὴ καὶ φθάσαντες ἐλέγομεν "Περὶ καλοῦ ἔργου "οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ "ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν·" πρὸς δὲ τούτοις ἔτι καὶ τὴν ἐπὶ τῷ σαββάτῳ παρακομίζειν κατάλυσιν ἐφ' ᾗπερ ἂν λίαν ὡς παρανομήσας ἐκρίνετο. ἁμαρτίαν οὖν ἄρα πρὸς τὸ παρὸν ὀνομάζει τὸ ψεῦδος. εἰ γὰρ οὐδεπώποτε, φησὶν, ἐλέγχομαι ψεύστης, τοῦ δὴ χάριν ἀπειθεῖν ἐγνώκατε τῷ διὰ παντὸς ἀληθεύοντι, λέγοντί τε πάντως σαφῶς ὅτι Πατρὸς ἐξέφυν ἀληθινοῦ, καὶ ὅτι τὸ ψεῦδος οὐκ οἶδα; δότε δὴ δότε λοιπὸν ἀνενδοιάστως πίστει κρατεῖν ὅτι πάντως εἰμὶ καὶ ἀληθὴς, ὅταν λέγω περὶ ἐμαυτοῦ "Ἐγὼ ἐκ τοῦ Πατρὸς "ἐξῆλθον καὶ ἥκω·" περὶ δὲ ὑμῶν ὅτι ὁ πατὴρ ὑμῶν ὁ διάβολός ἐστι· ψεύδεσθε γὰρ καὶ φονᾶτε καθάπερ ἐκεῖνος. διελέγχει δὲ χρησίμως φονῶντας αὐτοὺς, ἀνακόπτων ὥσπερ διὰ τούτου τὰ ἐγχειρήματα. ἐξελεγχομένη γὰρ ἁμαρτία πολλάκις ὑπερυθριᾷ, καὶ ὑπονοστεῖ τρόπον τινὰ, πρὸς τὸ πρόσω χωρεῖν καὶ ἐπεκτείνεσθαι μηδαμόθεν εὑρίσκουσα· δοκοῦσα δέ πως διαλανθάνειν ἀεὶ πρὸς τὸ μεῖζον αἴρεται, καὶ ἀδιακωλύτοις ὁρμαῖς εἰς πέρας ἕρπει τὸ χείριστον. Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; Διὰ τῶν αὐτῶν πολλάκις δίεισι λόγων, ἐπείπερ ὁρᾷ συνιέντας οὐδέν· χρῆμα γὰρ δὴ καὶ τοῦτο διδασκάλοις ὅτι μάλιστα πρεπωδέστατον, τὸν εἰς ἅπαξ φημὶ μὴ παραδεχθέντα λόγον πολυτρόπως ἀνελίττειν οὐ κατοκνεῖν, ἵνα ταῖς τῶν ἀκροωμένων ἐνιζάνῃ ψυχαῖς. ὅτε τοίνυν ὁ ψεύστης,