Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.102
Not analysed yet
λογικῶν ἐν ἤθει καὶ τρόποις ὁρᾶται τὸ συγγενὲς, ὅπερ ἂν ἔχοιεν πρός τε ἀλλήλους εἰς τὸν ἁπάσης κακίας πατέρα διάβολον· ἐπὶ δὲ τοῦ Μονογενοῦς μόνον εἰς εἰκόνα τοῦ θεωρουμένου τὸ πρᾶγμα ληφθέν· παρ' αὐτοῦ γὰρ πάντως ἀπαραποιήτως σχηματίζεται· τὸ γὰρ ὁμοφυὲς αὐτῷ πρὸς τὸν Πατέρα φυσικόν τε καὶ οὐσιῶδες· ἐξ αὐτοῦ γὰρ ὑπάρχων ἀληθῶς μετὰ τῆς κατὰ φύσιν ἰδιότητος πάντα ἔχων τὰ αὐτοῦ, καὶ τῆς ἐμφερείας τῆς εἰς ἅπαντα τὴν ἀκρότητα, μορφὴν καὶ εἰκόνα καὶ χαρακτὴρ ὁρᾶται τοῦ φύσαντος. ἐπειδὴ τοίνυν ἀληθὴς ὁ Πατὴρ, ἀλήθεια πάντως καὶ ὁ ἐξ αὐτοῦ, τουτέστιν, ὁ Χριστός. Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Οὐκ ἐλέγχεσθαι προσδοκῶντος ἡ ἐρώτησις, ἀναιροῦντος δὲ μᾶλλον καὶ ἀποφάσκοντος παντελῶς τὸ περιπεσεῖν ἁμαρτίᾳ δύνασθαι τὸν ἐκ Θεοῦ πεφηνότα Θεὸν ἀληθινόν· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν ὁ Χριστός. ἅπασα μὲν γὰρ ἁμαρτία ἐκ παρατροπῆς τῆς ἀπὸ τοῦ βελτίονος ἐπὶ τὸ μὴ οὕτως ἔχον λαμβάνει τὴν γένεσιν, ἐντίκτεται δὲ τοῖς τρέπεσθαι πεφυκόσι, καὶ ἀλλοιώσεως τῆς ἐφ' ἃ μὴ προσῆκε δεκτικοῖς. πῶς ἂν οὖν νοοῖτο καὶ ἁμαρτεῖν ὁ τροπὴν οὐκ εἰδὼς, οὐδὲ ἀλλοιώσεως τῆς ἐπί τι τῶν οὐ πρεπόντων δεκτικὸς, ἀκλόνητος δὲ μᾶλλον τοῖς ἰδίοις ἐμπεφυκόσιν ἀγαθοῖς, καὶ οὐ παρ' ἑτέρου τινὸς, ἀλλ' ἐξ ἑαυτοῦ; ἀναπυνθάνεται τοιγαροῦν Ἰουδαίων ὁ Κύριος, εἴπερ ὅλως ἔχουσι διελέγχειν αὐτὸν περὶ ἁμαρτίας. καὶ ὁ μὲν λόγος ὁ περὶ τούτου καὶ κατὰ παντὸς ἂν διήκοι πλημμελήματος ἐπὶ τὸ καθόλου ληφθείς· πλὴν τῷ προκειμένῳ πρεπόντως αὐτὸν ἐφαρμόζοντες, οὐ περὶ πάσης φαμὲν ἁμαρτίας ἔρεσθαι πρὸς