Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.107
Not analysed yet
ἀντὶ τοῦ συγκατανεύει, πείθεται καὶ εἰς νοῦν ἀποκρύπτει τὸν ἑαυτοῦ, κατὰ τὸ εἰρημένον ἐν βίβλῳ παροιμιῶν "Σοφὸς "καρδίᾳ δέξεται ἐντολάς." τὴν μὲν γὰρ τῶν ἀνοήτων, ἤτοι καταφρονητῶν, καθάπερ τις ἄσημος ἠχὴ περιενεχθεὶς ὁ λόγος, καὶ ὥσπερ τις κτύπος παρενοχλήσας εἰκῇ παραχρῆμα τῶν λαβόντων ἀπαλλάττεται, εἰσδύνει δὲ καθάπερ εἰς ἄρουραν εὐγενῆ τῶν συνετῶν τὴν καρδίαν. σοφῶς δὴ σφόδρα τὰς τῶν Ἰουδαίων ἀπονοίας ἐλέγχων ὁ Κύριος, καὶ δυσφημοῦντας ἀνέδην ἐπιδεικνὺς, τοὺς ἑαυτοῦ λόγους τοῦ Θεοῦ λόγους εἶναί φησι. μεταπαιδεύει γάρ πως, φησὶν, αὐτοὺς εἰς τὸ φρονεῖν ἐπ' αὐτῷ τὰ πρεπωδέστερα, καὶ μὴ νομίζειν Ἰωσὴφ, ἤγουν ἑτέρου τινὸς τῶν ἐπὶ τῆς γῆς, ἐκπεφυκέναι κατὰ ἀλήθειαν, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸν ἐκ Θεοῦ πεφηνέναι πιστεύειν, ὃ δὴ καὶ συνέντες ἀσχάλλουσι, καὶ θερμοτέροις καταφλέγουσι τοῖς θυμοῖς προστιθέντες "ἀνομίαν ἐπὶ τὴν ἀνομίαν ἑαυτῶν," καθὰ γέγραπται, δι' ὧν ἔτι μειζόνως ὑβρίζουσιν. Ἀπεκρίθησαν Ἰουδαῖοι καὶ εἶπον αὐτῷ Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; Καταθρηνῆσαι πάλιν ἀκόλουθον τὴν τῶν Ἰουδαίων ἀποπληξίαν, καὶ τῆς εὐηθείας τὴν ὑπερβολήν. ταῖς γὰρ σφῶν αὐτῶν ἁλίσκονται φωναῖς, καθάπερ οἱ θῆρες, ὅτε ταῖς τῶν σφαττόντων ἐπιπηδῶσι χερσὶν, αὐτοὶ καθ' ἑαυτῶν τὰς ἐπὶ τῷ σιδήρῳ κιχρῶντες ὁρμάς. ἐλεγχόμενοι γὰρ ὡς ἔθος αὐτοῖς καὶ μελέτη σύντροφος τὸ ψευδομυθεῖν, ἀληθὲς ὂν παραχρῆμα δεικνύουσι, καὶ διαπριόνται μὲν ὡς οὐκ εἶεν ἐκ Θεοῦ παρὰ τοῦ Σωτῆρος ἀκούοντες. οὐδενὸς δὲ μεταξὺ διαγεγονότος χρόνου, τῆς τοῦ διαβόλου κακίας ἀκριβεστάτην ἐν ἑαυτοῖς ἀποφαίνουσι τὴν εἰκόνα. Σαμαρείτην γὰρ καὶ