Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.108
Not analysed yet
δαιμονιῶντα, φασὶ, τὸν ἐκ Θεοῦ πεφηνότα τολμῶσι λέγειν Θεὸν, αὐτοὶ μᾶλλον ἐν ἑαυτοῖς τὸ πικρὸν ἔχοντες καὶ θεομάχον δαιμόνιον· οὐδεὶς γὰρ λέγει Ἀνάθεμα Ἰησοῦς εἰ μὴ ἐν Βεελζεβοὺλ, κατὰ τὴν τοῦ Παύλου φωνήν. ψεῦσται μὲν οὖν καὶ ὑβρισταὶ καὶ λοίδοροι καὶ διὰ τούτων ὄντες ἁλώσονται, καὶ θεομαχεῖν εἰθισμένοι, τὴν πρέπουσαν ἀποτίσουσι δίκην τῷ πάντα ἰσχύοντι κριτῇ. Ζητητέον δὲ πάλιν κἀν τούτῳ τὴν αἰτίαν, δι' ἣν καὶ Σαμαρείτην εἶναί φασι καὶ δαιμονιῶντα τὸν Κύριον. τὸ γὰρ προθέντας εἰπεῖν Οὐ καλῶς ἡμεῖς λέγομεν, ὑπεμφαίνει πως ὡς ἐπ' αἰτίαις τισὶ καὶ ὡς Σαμαρείτην διασύρουσι, καὶ μὴν καὶ τὸ ἕτερον, ὅπερ τῆς ἐκείνων ἔστι τολμῆσαι φωνῆς. οὐκοῦν Σαμαρείτην εἶναί φασιν ὡς ἀδιαφοροῦντα περὶ τὰς νομικὰς ἐντολὰς, καὶ τὴν τοῦ σαββάτου λύσιν ἐν οὐδενὶ λογιζόμενον. οὐ γὰρ ἀκριβὴς παρὰ τοῖς Σαμαρείταις ἐστὶν Ἰουδαϊσμὸς, μέμικται δέ πως ἔθεσι τοῖς ὀθνείοις καὶ Ἑλληνικοῖς ἡ ἐκείνων λατρεία. ἢ καθ' ἕτερον λόγον Σαμαρείτην λέγουσιν αὐτὸν εἶναι, ἐπείπερ Σαμαρείταις ἦν ἔθος ἑαυτοῖς μὲν τὴν καθαρότητα μαρτυρεῖν τε καὶ ἐπιψεύδεσθαι, κατακρίνειν δὲ τοὺς ἑτέρους ὡς μεμολυσμένους. διὰ ταύτην γὰρ οἶμαι τὴν πρόφασιν "Οὐ συγχρῶνται Ἰουδαῖοι Σαμαρεί"ταις," κατὰ τὸ γεγραμμένον, παραιτοῦνται δὲ καὶ τὸ ἑτέροις τισὶν ἐπιμίσγεσθαι, καταμυσαττόμενοι τρόπον τινὰ τὸν ἐντεῦθεν μολυσμὸν, ἐπείπερ αὐτοῖς τὸ οὕτως ληρεῖν ὀρθῶς ἔχειν δοκεῖ. καταδικάζων δὲ τῆς Ἰουδαίων κακοηθείας ὁ Κύριος, υἱοὺς μὲν αὐτοὺς ἀπεκάλει τοῦ διαβόλου, ἑαυτῷ γεμὴν τὸ παντελῶς ἀνυπαίτιον εἰς ἁμαρτίαν, καὶ καθαρότητα τὴν εἰς ἄκρον ἐπιμαρτυρεῖ λέγων "Τίς ἐξ ὑμῶν ἐλέγχει με "περὶ ἁμαρτίας;" τοῦτο δὲ ἦν ἐναργῶς ἑαυτῷ μὲν καθαρότητα, διὰ τοῦ μὴ δύνασθαι περιπεσεῖν ἁμαρτίᾳ, τὴν ἀνωτάτω