Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.116
Not analysed yet
Εἶπον αὐτῷ οἱ Ἰουδαῖοι Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Κατηγοροῦσι πάλιν τῆς ἀληθείας, οἱ ἐπείπερ ὠνομάζοντο ψεῦσται δυσφοροῦντες ὡς ὑβρισμένοι· μαρτυροῦσι δὲ καὶ οὐχ ἑκόντες ταῖς τοῦ Σωτῆρος φωναῖς, καὶ δι' ὧν ἀτιμάζουσι, διὰ τούτων αὐτὸν ἀψευδοῦντα δεικνύουσι. τυφλοὶ δὲ οὗτοί εἰσιν οἱ δείλαιοι, καὶ τοσαύτης ἀμαθίας ἀναπεπλησμένην ἔχουσι τὴν καρδίαν, ὡς μηδ' ὅλως ἀποτρίβεσθαι δεῖν τὰ ἐφ' οἷς ἂν ἐγκαλοῦνται νοεῖν, ἀλλ' αἰσχίοσι τῶν παρῳχηκότων ἀεὶ περιπίπτειν κακοῖς, καὶ τοῖς ἑαυτῶν ἁλίσκεσθαι βρόχοις. ἰδοὺ γὰρ ἰδοὺ καὶ δι' ὧν ἀπολογεῖσθαι νομίζουσιν, ὡς οὐ μάτην αὐτῷ λελοιδορημένοι, ψεῦσται διὰ τούτων μειζόνως ἐλέγχονται, καὶ σειραῖς ὥσπερ τῶν οἰκείων ἁμαρτημάτων ἐντονώτερον κατασφίγγονται. εὐηθέστατα δὲ καὶ τό Νῦν ἐγνώκαμεν ἐνθάδε φασίν· οἱ γὰρ καὶ πολλάκις καθυλακτοῦντες αὐτοῦ, καὶ δαιμόνιον ἔχειν ἐπιφημίζοντες, νῦν ἐγνωκέναι φασὶ τῆς προλαβούσης αὐτῶν ἀθυρογλωττίας καταδικάζοντες. εἰ γὰρ νῦν ἐγνώκασιν, οὐκ ᾔδεσαν πάλαι. πῶς οὖν ἔφασκον δαιμονᾶν τὸν οὔπω κατεγνωσμένον ὥσπερ οὖν ᾠήθησαν αὐτοί; ψεύστης οὖν πάλαι καὶ πρότερον ἄρα ἦν ὁ δυσσεβὴς τῶν Ἰουδαίων λαὸς, καὶ ἀπυλώτῳ στόματι τὴν ἐκ τοῦ διαβόλου κακίαν ἠρεύγετο κατὰ Χριστοῦ· ἁρπάζουσι δὲ πρὸς βεβαίωσιν τῆς ἑαυτῶν φλυαρίας τὸ εἰρημένον παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, διὰ πολλὴν ὡς εἰκὸς τὴν ἀποπληξίαν καὶ συνασπίζειν οἰόμενοι τῷ ψεύδει τὴν ἀλήθειαν. εἶτα δι' ὧν δύνασθε μαθεῖν ὅτι πλημμελοῦσι δυσσεβῶς, τὸν τῆς αἰωνίου ζωῆς χορηγὸν ἐκτόπως ὑβρίζοντες, διὰ τούτων αὐτῶν οὐκ αἰσθάνονται πάλιν πρὸς ἐπίτασιν ἰόντες τῆς νόσου· οὐ γὰρ ὅπως ἐπ' ἐκείνοις μεταγινώσκειν αὐτοὺς ὅτι πρέποι λογίζονται, ἀλλ' ἤδη πεπεῖσθαί φασι περὶ