Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.115
Not analysed yet
καθάπερ οὗτος ὁ καθ' ἡμᾶς, οὐκ ὄψεσθαι δὲ τὸν θάνατον εἰς ἐκεῖνόν φησι τὸν αἰῶνα, τοὺς τὸν θεῖον αὐτοῦ τηρήσαντας λόγον, οὐχ ὡς τεθνηξομένων τινῶν μετὰ τὴν ἀνάστασιν· λέλυται γὰρ ὁ πάντων θάνατος ἐν θανάτῳ Χριστοῦ, καὶ τὸ τῆς φθορᾶς ἠφάνισται κράτος· ἀλλὰ θάνατον ὀνομάζει κατὰ τὸ εἰκὸς τὸ δι' αἰῶνος κολάζεσθαι. τοῦτο δὲ ἂν μάθοις, ὅπερ εἴρηκεν αὐτὸς ἐν τοῖς ἀνωτέρω διασκοπούμενος· "Ἀμὴν γὰρ, φησὶ, "λέγω ὑμῖν, ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον, ὁ "δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται ζωήν." καίτοι πάντες ἀναβιώσονται, καὶ εἰς ζωὴν εἰσαῦθις ἀναδραμοῦνται, πιστοί τε καὶ ἄπιστοι. μερικὴ γὰρ καὶ οὐδαμῶς ἡ ἀνάστασις, ἀλλ' ἴση τοῖς ὅλοις, κατά γε τὸν ἐν τῷ χρῆναι πάντας ἀναβιῶναι λόγον. Πῶς οὖν ὁ μὴ πιστεύων τῷ Υἱῷ τὴν ζωὴν οὐκ ὄψεται, καίτοι πάντων ἀναστήσεσθαι προσδοκωμένων; δῆλον οὖν ἄρα παντί τῳ λοιπὸν ὅτι ζωὴν ἔθος ἀποκαλεῖν τῷ Χριστῷ, τὸ ἐν εὐθυμίᾳ καὶ δόξῃ βιῶναι μακρὰν καὶ καταλήγειν εἰς πέρας παραιτουμένῃ, ὅπερ ἐστὶν ἐν ἐλπίδι τοῖς ἁγίοις τεθησαυρισμένον. ὥσπερ οὖν ἀπειθοῦντα τῷ Υἱῷ τὴν ζωὴν ἀθέατον ἕξειν φησὶ, καίτοι πάντων ἀποβιῶναι προσδοκωμένων, οὐ τὴν τοῦ σώματος κατασημαίνων ἐν τούτοις ζωὴν, ἀλλὰ τὴν τοῖς ἁγίοις ηὐτρεπισμένην εὐθυμίαν, οὕτως ἀποκαλῶν· τὸν αὐτὸν οἶμαι τρόπον τὸν γενναῖον καὶ νεανικὸν τῶν θείων αὐτοῦ ῥημάτων ἐσόμενον φύλακα, θάνατον οὐκ ὄψεσθαί φησιν εἰς τὸν αἰῶνα, καὶ οὐχὶ πάντως τὸν τοῦ σώματος θάνατον διὰ τούτου δηλῶν, ἀλλὰ τὴν τοῖς ἁμαρτωλοῖς ηὐτρεπισμένην κόλασιν. ὡς γὰρ ἐν ἐκείνοις ἡ εὐθυμία διὰ τῆς ζωῆς σημαίνεται, οὕτω κἀνθάδε διὰ τοῦ θάνατον εἰπεῖν ἡ κόλασις.