Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.118
Not analysed yet
τὴν ὀφειλομένην τῇ θείᾳ φύσει τιμήν τε καὶ δόξαν εἰς αὐτὸν ὥσπερ περιπλάσας. τοῦτο γὰρ τοῖς δαιμονίοις ἔθος, ὥσπερ οὖν καὶ ἐν ἑτέροις εἰρήκαμεν. νοοῦσι δὲ τῶν ὁρωμένων πλέον οὐδὲν, οὐδὲ τὸν ἐν τῇ ἀνθρωπείᾳ σαρκὶ Θεὸν Λόγον ἐπιγινώσκουσιν, ἀλλ' οὐδὲ βραχύ τι τῶν σωματικῶν τὸν οἰκεῖον ἀνοχλίζοντες νοῦν, μόνοις δὲ τοῖς ἐπιγείοις ἐμπήξαντες, περὶ μόνα στρέφονται τὰ χείρω, ἁφαῖς ὑποπίπτοντα. διὰ ταύτην οἱ τάλανες σκανδαλίζονται τὴν αἰτίαν, καὶ ψευδομυθεῖν οἴονται τὴν ἀλήθειαν, τουτέστι Χριστὸν, ἀλλὰ καὶ τῆς τῷ Θεῷ πρεπούσης κατεπαίρεσθαι δόξης ὑπολαμβάνουσιν αὐτὸν, οὐχ ὅπως τὸ ἐν ἴσῃ τάξει τεθεῖσθαι τῷ πάντων κρατοῦντι καταδεχόμενον, ἀλλ' ἤδη μεῖζόν τι φρονοῦντα, καὶ δύνασθαι λογιζόμενον, ἢ καὶ δράσειν ὑπισχνούμενον, ὅπερ οὐκ ἔδρασεν ὁ Θεὸς καὶ Πατήρ. τί γὰρ δὴ καὶ ἀσχάλλουσι τεθνάναι λέγοντες Ἁβραὰμ καὶ τοὺς προφήτας, τοῦ δὴ χάριν πρὸς ἀνατροπὴν τῶν τοῦ Σωτῆρος λόγων τὸν τῶν ἁγίων προΐσχονται θάνατον, ἀκόλουθον κατιδεῖν. οὐκοῦν τοιοῦτόν τι βούλονται δηλοῦν Οὐ διεψεύσμεθα λέγοντες ὅτι δαιμόνιον ἔχεις, οὐ μακρὰν τῶν εἰρημένων ἡ ἀπόδειξις. ἰδοὺ γὰρ καὶ αὐτὸν ὑπεραλεῖσθαι τὸν Θεὸν ἐπαγγέλῃ τοῖς θαύμασι, καὶ κατορθοῦν εὐκόλως ἰσχύσειν ἃ μὴ δέδρακεν αὐτός. Ἁβραὰμ μὲν γὰρ καὶ οἱ προφῆται, καίτοι τὸν τοῦ Θεοῦ τηρήσαντες λόγον, τοῖς τῆς φύσεως νόμοις οὐκ ἀντειρήκασιν, ἀλλ' ἐκλίθησάν τε καὶ πεπτώκασιν εἰς τὸν κοινὸν δὴ τοῦτον τοῦ σώματος θάνατον· εἶτα σὺ φῂς ἄγευστον ἔσεσθαι τοῦ θανάτου παντελῶς τὸν τῶν παρὰ σοῦ φύλακα λόγων· πῶς οὖν οὐκ ἀμείνω φησὶ τῶν ἐκείνου τὰ σά; ὁ δὲ Θεὸν