Ancient Greek · ~6 min
Volume 2
Cyrillus Theol., Commentarii in Joannem 2.119
Not analysed yet
ὑπερτερήσειν ὑπολαβὼν, πῶς οὐκ ἀπόπληκτος ἐναργῶς; οἴονται γὰρ ἐκ πολλῆς ἀμαθίας, μόνον τὸν τοῦ σώματος θάνατον παραδηλοῦν ἐν τούτοις τὸν Κύριον, καὶ τὸ μὴ τεθνάναι σαρκὶ τοῖς αὐτῷ πειθομένοις κατεπαγγέλεσθαι, εἰ καὶ ὅτι μάλιστα σωφρόνων ἦν ἔργον ἐννοεῖν ὡς οὐδὲν ἀποθνήσκει τῷ Θεῷ, κἂν ἀποθάνῃ ζωοποιούμενον. εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρηνέχθη, πῶς οὐχὶ μᾶλλον ἑτοιμότερόν τε καὶ εὐπετέστερον τὸ ἤδη παρενεχθὲν ἐς τὸ καὶ εἰσαῦθις εἶναι κληθήσεται, κἂν βραχύ τι νοοῦσι κατευνασθὲν δι' οἰκονομίαν; οὐκ εἰδότες τοιγαροῦν τοῦ Σωτῆρος τὴν δόξαν Ἰουδαῖοι κατασοβαρεύονταί πως τῶν παρ' αὐτοῦ λόγων, καὶ δαιμονῶντα καλοῦσιν, ὡς καὶ ὧν οὐκ εἴργασται Θεὸς τὰ μείζω ποιεῖν ὑπισχνούμενον, καὶ πρὸς ἀπόδειξιν τῆς ἑαυτῶν συκοφαντίας τόν τε τοῦ Ἁβραὰμ καὶ τῶν ἁγίων προφητῶν παρακομίζουσι θάνατον, διά τοι τούτου ἐλέγχειν οἴονται τὸν Χριστὸν ὡς ματαίοις μὲν ἐπικομπάζοντα λόγοις, διηνεκῆ δὲ τὴν ζωὴν τοῖς φυλάττουσι τὸν λόγον αὐτοῦ δώσειν ὑπισχνούμενον, παραλύοντα δέ πως καὶ τὴν τοῦ Θεοῦ δόξαν, δι' ὧν τὰ μείζω δώσειν αὐτοῖς ὁμολογεῖ. Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἁβραὰμ, ὅστις ἀπέθανε; καὶ οἱ προφῆται ἀπέθανον. Ἐπεσκιασμένος κἀν τούτῳ τῶν Ἰουδαίων ὁ λόγος, καὶ βαθεῖαν ἑαυτῷ τὴν διάνοιαν ὠδίνων ὁρᾶται. τί γὰρ πάλιν ἐν τούτῳ φασὶν ἀνθρωποπρεπῆ μὲν ἐννοοῦντες, πικρὰ δ' οὖν ὅμως κατά γε τὸν ἐν ἑαυτοῖς ὄντα σκοπόν; ἰδοὺ γὰρ καίτοι φασὶ τὸν θεῖον τηρήσαντες λόγον, τεθνάασιν Ἁβραάμ τε καὶ οἱ προφῆται, ἀλλ' ἠκούσαμεν ἀρτίως σου τὰ μείζω τισὶν ἐπαγγελλομένου. δι' ὧν γὰρ οὐδ' ὅλως